Textus Originalis

56 DIODOR. XIII 37. 38.

56 DIODOR. XIII 37. 38.

δυνατώτατος καὶ τόλμῃ πολὺ προέχων τῶν πολιτῶν, ἔτι δ᾽ εὐγενείᾳ καὶ πλούτῳ πρῶτος ᾿Αϑηναίων. οὗτος οὖν ἐπιϑυμῶν τῆς εἰς τὴν πατρίδα τυχεῖν καϑόδου, πάντα ἐμηχανᾶτο πρὸς τὸ τοῖς ᾿Αϑηναίοις πρᾶξαί τι τῶν χρησίμων, καὶ μάλιστ᾽ ἐν οἷς καιροῖς ἐδόκουν τοῖς ὅλοις ἐλαττοῦσϑαι. ἔχων οὖν φιλίαν πρὸς Φαρνάβαζον τὸν Δαρείου σατράπην, καὶ ϑεωρῶν αὐτὸν μέλλοντα τριακοσίας ναῦς ἀποστέλλειν τοῖς Λακεδαιμονίοις εἰς συμμαχίαν, ἔπεισεν ἀποστῆναι τῆς πράξεως: ἐδίδασκε γὰρ ὡς οὐ συμφέρει τῷ βασιλεῖ τοὺς Λακεδαιμονίους ποιεῖν ἄγαν ἐσχυρούς: οὐ γὰρ συνοίσειν Πέρσαις: κρεῖττον οὖν εἶναι περιορᾶν τοὺς διαπολεμοῦντας ἴσους ὄντας, ὅπως πρὸς ἀλλήλους ὡς πλεῖστον χρόνον διαφέρωνται. ὅϑεν ὁ Φαρνάβαζος διαλαβὼν εὖ λέγειν τὸν ᾿Αλκιβιάδην, πάλιν τὸν στόλον ἀπέστειλεν εἰς Φοινίκην. τότε μὲν οὖν τηλικαύτην τῶν Λακεδαιμονίων συμμαχίαν παρείλατο: μετὰ δέ τινα χρόνον τυχὼν τῆς καϑόδου, καὶ δυνάμεως ἡγησάμενος, πολλαῖς μὲν μάχαις ἐνίκησε Λακεδαιμονίους, καὶ τελέως τὰ τῶν ᾿Αϑηναίων πράγματα πεσόντα πάλιν ἤγειρεν. ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς οἰκείοις χρόνοις ἀκριβέστερον ἐροῦμεν, ἵνα μὴ παρὰ φύσιν προλαμβάνωμεν τῇ γραφῇ τοὺς καιρούς. 38 Τοῦ γὰρ ἐνιαυσιαίου χρόνου διεληλυϑότος ᾿Αϑήνησι μὲν ἦρχε Θεόπομπος, ῾Ρωμαῖοι δ᾽ ἀντὶ τῶν ὑπάτων τέτταρας χιλιάρχους κατέστησαν, Τιβέριον Ποστούμιον καὶ Γάιον Κορνήλιον, πρὸς δὲ τούτοις

Note a pie di pagina

1 2 ἔτι Dind., ἐν O

2 5 μάλιστα ὁ A

3 15 Βαρνάβαζος P