Textus Originalis
Ol. 92, 2 : 411 a. Chr. 57
Γάιον Οὐαλέριον καὶ Καίσωνα Φάβιον. περὶ δὲ τούτους τοὺς χρόνους ᾿Αϑηναῖοι τὴν ἐκ τῶν τετρακοσίων ὀλιγαρχίαν κατέλυσαν καὶ τὸ σύστημα τῆς πολιτείας ἐκ τῶν πολιτῶν συνεστήσαντο. τούτων πάντων ἦν εἰσηγητὴς Θηραμένης, ἀνὴρ καὶ τῷ βίῳ κόσμιος καὶ φρονήσει δοκῶν διαφέρειν τῶν ἄλλων: καὶ γὰρ τὸν ᾿Αλκιβιάδην οὗτος μόνος συνεβούλευσε κατάγειν, δι᾽ ὃν πάλιν ἑαυτοὺς ἀνέλαβον, καὶ πολλῶν ἄλλων εἰσηγητὴς γενόμενος ἐπ᾽ ἀγαϑῷ τῆς πατρίδος οὐ μετρίας ἀποδοχῆς ἐτύγχανεν. ἀλλὰ ταῦτα μὲν μικρὸν ὕστερον ἐγενήϑη, εἰς δὲ τὸν πόλεμον ᾿Αϑηναῖοι μὲν στρατηγοὺς κατέστησαν Θράσυλλον καὶ Θρασύβουλον, οἳ τὸν στόλον εἰς Σάμον ἀϑροίσαντες ἐγύμναζον τοὺς στρατιώτας εἰς ναυμαχίαν καϑ᾽ ἡμέραν ἀναπείρας ποιούμενοι. Μίνδαρος δ᾽ ὁ τῶν Λακεδαιμονίων ναύαρχος χρόνον μέν τινα περὶ τὴν Μίλητον διέτριβε, προσδοκῶν τὴν παρὰ Φαρναβάζου βοήϑειαν: τριακοσίας γὰρ τριήρεις ἀκούων ἐκ Φοινίκης καταπεπλευκέναι μετέωρος ἦν ταῖς ἐλπίσι, νομίζων τηλικούτῳ στόλῳ καταλύσειν τὴν ᾿Αϑηναίων ἡγεμονίαν: μετ᾽ ὀλίγον δὲ πυϑόμενός τινων, ὅτι πεισϑεὶς ᾿Αλκιβιάδῃ πάλιν ἀπέστειλε τὸν στόλον εἰς Φοινίκην, τὰς μὲν παρὰ Φαρναβάζου ἐλπίδας ἀπέγνω, αὐτὸς δὲ καταρτίσας τάς τε ἐκ Πελοποννήσου ναῦς καὶ τὰς παρὰ τῶν ἔξωϑεν συμμάχων, Δωριέα μὲν μετὰ τριῶν καὶ δέκα
Note a pie di pagina
1 1 Καίσωνα PAH, Κέωσνα K, Κένσωνα c; intus Liv. IV 49
2 2 ἐκ om. M
3 4 πολιτῶν] ὁπλιτῶν Krüger, πολλῶν Unger, πολιτῶν πάντων Schenkl
4 6 καὶ PAM, καὶ ἐν c
5 13 Θράσυλον P
6 25 Πελοποννησίου P