Textus Originalis

58 DIODOR. XIII 38. 39.

58 DIODOR. XIII 38. 39.

νεῶν ἀπέστειλεν εἰς ῾Ρόδον, πυνϑανόμενος ἐπὶ νεωτερισμῷ τινας συνίστασϑαι τῶν ἰδίων: προσφάτως γὰρ τοῖς Λακεδαιμονίοις τινὲς τῶν ἀπὸ τῆς ᾿Ιταλίας ῾Ελλήνων ἀπεστάλκεισαν εἰς συμμαχίαν τὰς προειρημένας ναῦς: αὐτὸς δὲ τὰς ἄλλας πάσας ἀναλαβών, οὔσας ὀγδοήκοντα καὶ τρεῖς, ἀπῆρεν εἰς ῾Ελλήσποντον διὰ τὸ πυνϑάνεσϑαι τὸν τῶν ᾿Αϑηναίων στόλον ἐν Σάμῳ διατρίβειν. καϑ᾽ ὃν δὴ χρόνον οἱ τῶν ᾿Αϑηναίων στρατηγοὶ ϑεωροῦντες παραπλέοντας, ἀνήχϑησαν ἐπ᾽ αὐτοὺς μετὰ νεῶν ἑξήκοντα. τῶν δὲ Λακεδαιμονίων κατενεχϑέντων εἰς Χίον ἔδοξε τοῖς τῶν ᾿Αϑηναίων στρατηγοῖς προσπλεῦσαι τῇ Λέσβῳ, κἀκεῖ παρὰ τῶν συμμάχων ἀϑροῖσαι τριήρεις, ὅπως μὴ συμβαίνῃ τοὺς πολεμίους ὑπερέχειν τῷ πλήϑει τῶν νεῶν. 39 Οὗτοι μὲν οὖν περὶ ταῦτα διέτριβον, Μίνδαρος δ᾽ ὁ τῶν Λακεδαιμονίων ναύαρχος νυκτὸς μετὰ τοῦ στόλου παντὸς ἐκπλεύσας εἰς ῾Ελλήσποντον ἐκομίζετο κατὰ σπουδήν, καὶ δευτεραῖος εἰς Σίγειον κατέπλευσεν. οἱ δ᾽ ᾿Αϑηναῖοι πυϑόμενοι τὸν παράπλουν, οὐκ ἀνέμειναν ἁπάσας τὰς παρὰ τῶν συμμάχων τριήρεις, τριῶν δὲ μόνον προσγενομένων αὐτοῖς, ἐδίωκον τοὺς Λακεδαιμονίους. ἐπεὶ δ᾽ ἦλϑον εἰς Σίγειον, εὗρον τὸν μὲν στόλον ἐκπεπλευκότα, τρεῖς δὲ ναῦς ὑπολελειμμένας, ὧν εὐϑέως ἐκυρίευσαν. καὶ μετὰ ταῦτ᾽ εἰς ᾿Ελεοῦντα κατα-

Note a pie di pagina

1 6 ὀγδοήκοντα καὶ τρεῖς] πγ P

2 14 συμβαίνει P

3 23 ἦλϑαν P

4 24 Σίγιον v

5 26 ναῦς PAKLM, μόνον ναῦς c

6 26 ταῦτ᾽ εἰ σελουτα P, ᾿Ελαιοῦντα Dind.