Textus Originalis

Ol. 92, 2 : 411 a. Chr. 59

Ol. 92, 2 : 411 a. Chr. 59

πλεύσαντες τὰ περὶ τὴν ναυμαχίαν παρεσκευάζοντο. Λακεδαιμόνιοι δὲ ϑεωροῦντες τοὺς πολεμίους τὰ πρὸς τὴν μάχην ἑτοιμαζομένους, καὶ αὐτοὶ πένϑ᾽ ἡμέρας ἀναπείρας ποιούμενοι καὶ γυμνάσαντες αὐτοὺς ἐρέτας, ἐξέταξαν τὸν στόλον εἰς ναυμαχίαν, ὄντα νεῶν δυεῖν ἐλάττω τῶν ἐνενήκοντα. οὗτοι μὲν οὖν ἐκ τοῦ πρὸς τὴν ᾿Ασίαν μέρους ἔστησαν τὰς ναῦς, οἱ δ᾽ ᾿Αϑηναῖοι τὸ πρὸς τὴν Εὐρώπην ἔχοντες ἀντανήγοντο, τῷ μὲν πλήϑει λειπόμενοι, ταῖς δ᾽ ἐμπειρίαις ὑπερέχοντες. Λακεδαιμόνιοι μὲν οὖν ἐπὶ τοῦ δεξιοῦ κέρατος ἔταξαν τοὺς Συρακοσίους, ὧν ῾Ερμοκράτης ἀφηγεῖτο, τὸ δ᾽ εὐώνυμον αὐτοῖς συνεπλήρουν Πελοποννήσιοι, Μινδάρου τὴν ἡγεμονίαν ἔχοντος. τῶν δ᾽ ᾿Αϑηναίων ἐπὶ μὲν τὸ δεξιὸν ἐτάχϑη Θράσυλλος, ἐπὶ δὲ τὸ εὐώνυμον Θρασύβουλος. καὶ τὸ μὲν πρῶτον ἔσπευδον ἀμφότεροι φιλοτιμούμενοι περὶ τοῦ τόπου, ὅπως μὴ τὸν ῥοῦν ἔχωσιν ἐναντίον: διὸ καὶ πολὺν χρόνον ἀλλήλους περιέπλεον, διακλείοντες τὰ στενὰ καὶ περὶ τῆς στάσεως τοπομαχοῦντες: μεταξὺ γὰρ ᾿Αβύδου καὶ Σηστοῦ τῆς ναυμαχίας γινομένης συνέβαινε τὸν ῥοῦν οὐ μετρίως ἐμποδίζειν ἐν στενοῖς τόποις. οὐ μὴν ἀλλ᾽ οἱ τῶν ᾿Αϑηναίων κυβερνῆται πολὺ ταῖς ἐμπειρίαις προέχοντες πολλὰ πρὸς τὴν νίκην συνεβάλοντο. τῶν γὰρ Πελοποννησίων ὑπερεχόντων τῷ πλήϑει τῶν νεῶν καὶ ταῖς τῶν ἐπιβατῶν ἀρεταῖς, ἡ τέχνη τῶν κυβερνητῶν ἄχρη-

Note a pie di pagina

1 1 περὶ] πρὸς fort.

2 4 ἀνάπειραν O, corr. Hert.

3 6 ἐλάττω A, ἐλάττων PFE²J, ἐλαττόνων F¹, ἔλαττον c

4 13 αὐτοὶ malim (Thuc. VIII 104, 3)

5 30 συνεβάλλοντο PL