Textus Originalis
60 DIODOR. XIII 40. 41.
στον τὴν ὑπεροχὴν τῶν ἐναντίων ἐποίει. ὁπότε γὰρ οἱ Πελοποννήσιοι κατὰ σπουδὴν ἀϑρόαις ταῖς ναυσὶν εἰς ἐμβολὴν ἐπιφέροιντο, τὰς ἑαυτῶν οὕτως φιλοτέχνως καϑίστανον, ὥστε τοῦ μὲν ἄλλου μέρους αὐτὰς μὴ δύνασϑαι ϑιγεῖν, τοῖς δὲ στόμασι τῶν ἐμβόλων μόνοις ἀναγκάζεσϑαι συμβάλλειν. διόπερ ὁ Μίνδαρος ὁρῶν ἄπρακτον οὖσαν τὴν ἐκ τῶν ἐμβολῶν βίαν, κατ᾽ ὀλίγας καὶ κατὰ μίαν ἐκέλευσε συμπλέκεσϑαι. οὐ μὴν οὐδ᾽ ἐνταῦϑα τὴν τῶν κυβερνητῶν τέχνην ἄπρακτον εἶναι συνέβαινεν, ἀλλ᾽ εὐφυῶς ἐκκλίνοντες τὰς τῶν νεῶν ἐπιφερομένας ἐμβολὰς πλαγίαις ἐνέσειον καὶ πολλὰς κατετίτρωσκον. φιλοτιμίας δ᾽ ἐμπεσούσης εἰς ἀμφοτέρους, οὐ μόνον ταῖς ἐμβολαῖς διεκινδύνευον, ἀλλὰ συμπλεκόμενοι τοῖς ἐπιβάταις διηγωνίζοντο. πολλὰ δ᾽ ὑπὸ τῆς τοῦ ῥοῦ βίας διακωλυόμενοι πράττειν ἐφ᾽ ἱκανὸν χρόνον διεκινδύνευον, οὐδετέρων δυναμένων τυχεῖν τῆς νίκης. ἰσορρόπου δὲ τῆς μάχης οὔσης, ἐπεφάνησαν ὑπέρ τινος ἄκρας ναῦς εἴκοσι πέντε παρὰ τῶν συμμάχων ἀπεσταλμέναι τοῖς ᾿Αϑηναίοις. φοβηϑέντες δὲ οἱ Πελοποννήσιοι πρὸς τὴν ῎Αβυδον ἔφυγον, ἐξαπτομένων τῶν ᾿Αϑηναίων καὶ φιλοτιμότερον διωξάντων. τῆς δὲ ναυμαχίας τοιοῦτον τέλος λαβούσης, ᾿Αϑηναῖοι ναῦς ἔλαβον ὀκτὼ μὲν Χίων, πέντε δὲ Κορινϑίων, ᾿Αμβρακιωτῶν δὲ δύο, Συρακοσίων δὲ καὶ Πελληνέων καὶ Λευκαδίων μίαν ἐξ ἑκάστων: αὐτοὶ δὲ πέντε ναῦς ἀπέβαλον, ἃς πάσας
Note a pie di pagina
1 3 ἐπεφέροντο Pf (c. 45, 9 et 10)
2 6 γὰρ PF, δὲ c
3 11 ἐγκλίνοντες PJ
4 23 τοιούτω P, τοιοῦτο L
5 26 Παλληναίων O
6 27 πέντε] πεντεκαίδεκα Thuc. VIII 106, 3