Textus Originalis
Ol. 91, 2 : 415 a. Chr. 7
σιν ἐξ ἑτοίμου κατακληρουχεῖν ἤλπιζον τὴν Σικελίαν. ἤδη δὲ τοῦ στόλου παρεσκευασμένου, τοὺς ἑρμᾶς τοὺς κατὰ τὴν πόλιν παμπληϑεῖς ὄντας συνέβη ἐν μιᾷ νυκτὶ περικοπῆναι. ὁ μὲν οὖν δῆμος, οὐχ ὑπὸ τῶν τυχόντων νομίσας γεγενῆσϑαι τὴν πρᾶξιν, ἀλλ᾽ ὑπὸ τῶν προεχόντων ταῖς δόξαις ἐπὶ τῇ καταλύσει τῆς δημοκρατίας, ἐμισοπονήρει καὶ τοὺς πράξαντας ἐζήτει μεγάλας δωρεὰς προϑεὶς τῷ μηνύσαντι. προσελϑὼν δέ τις τῇ βουλῇ τῶν ἰδιωτῶν ἔφησεν εἰς οἰκίαν μετοίκου τινὰς ἑωρακέναι τῇ νουμηνίᾳ περὶ μέσας νύκτας εἰσιόντας, ἐν οἷς καὶ τὸν ᾿Αλκιβιάδην. ἀνακρινόμενος δ᾽ ὑπὸ τῆς βουλῆς, πῶς νυκτὸς οὔσης ἐπεγίνωσκε τὰς ὄψεις, ἔφησε πρὸς τὸ τῆς σελήνης φῶς ἑωρακέναι. οὗτος μὲν οὖν αὑτὸν ἐξελέγξας κατεψευσμένος ἠπιστήϑη, τῶν δ᾽ ἄλλων οὐδ᾽ ἴχνος οὐδεὶς τῆς πράξεως εὑρεῖν ἠδυνήϑη. 3 Τριήρων μὲν ἑκατὸν τεσσαράκοντα ἑτοιμασμένων, ὁλκάδων δὲ καὶ τῶν ἱππαγωγῶν, ἔτι δὲ τῶν τὸν σῖτον καὶ τὴν ἄλλην παρασκευὴν κομιζόντων πολύς τις ἀριϑμὸς ἦν: ὁπλῖται δὲ καὶ σφενδονῆται, πρὸς δὲ τούτοις ἱππεῖς καὶ τῶν συμμάχων πλείους τῶν ἑπτακισχιλίων ἐκτὸς τῶν ἐν τοῖς πληρώμασι. τότε
Note a pie di pagina
1 1 κατακληροῦν O, κατακληρουχήσειν Wess. (c. 80, 1), κατακληρουχεῖν Cobet
2 3 ἐν fort. del.
3 5 ὑπὸ Schäfer, ἀπὸ O
4 ταῖς om. PF
5 8 προσϑεὶς PAL
6 9 τῶν ἰδιωτῶν τῇ βουλῇ O-PA
7 10 τινὸς FM
8 11 καὶ om. AJ
9 14 οὖν αὑτὸν om. A
10 αὐτὸν P
11 15 κατεψευσμένον A
12 ἠπιστήϑη Dind., ἐπιστεύϑη PAFK, εὑρέϑη c
13 16 τῆς πράξεως οὐδεὶς O-PA
14 17 μὲν] μὲν οὖν Eich.
15 σαράκοντα P; cf. XII 84, 2
16 ἑτοιμασμένων om. AL
17 18 ἕτι δὲ PA, ἔτι δὲ καὶ c
18 21 καὶ τῶν συμμάχων] καὶ σύμμαχοι aut τῶν τε πολιτῶν καὶ τῶν συμμάχων Dind.