Textus Originalis
Ol. 92, 2 : 411 a. Chr. 61
βυϑισϑῆναι συνέβη. μετὰ δὲ ταῦϑ᾽ οἱ περὶ τὸν Θρασύβουλον ἔστησαν τρόπαιον ἐπὶ τῆς ἄκρας, οὗ τὸ τῆς ῞Ελλης ἐστὶ μνημεῖον, καὶ τοὺς ἀπαγγελοῦντας τὴν νίκην εἰς ᾿Αϑήνας ἔπεμψαν, αὐτοὶ δὲ μετὰ παντὸς τοῦ στόλου τὸν πλοῦν ἐπὶ Κύζικον ἐποιήσαντο: αὕτη γὰρ πρὸ τῆς ναυμαχίας ἦν ἀφεστηκυῖα πρὸς Φαρνάβαζον τὸν Δαρείου στρατηγὸν καὶ Κλέαρχον τὸν Λακεδαιμονίων ἡγεμόνα. εὑρόντες δ᾽ αὐτὴν ἀτείχιστον ῥᾳδίως τῆς ἐπιβολῆς ἐκράτησαν, καὶ χρήματα πραξάμενοι τοὺς Κυζικηνοὺς ἀπέπλευσαν εἰς Σηστόν. 41 Μίνδαρος δ᾽ ὁ τῶν Λακεδαιμονίων ναύαρχος ἀπὸ τῆς ἥττης φυγὼν εἰς ῎Αβυδον τάς τε πεπονηκυίας ναῦς ἐπεσκεύασε καὶ πρὸς τὰς ἐν Εὐβοίᾳ τριήρεις ἀπέστειλεν ᾿Επικλέα τὸν Σπαρτιάτην, προστάξας ἄγειν τὴν ταχίστην. ὃς ἐπεὶ κατέπλευσεν εἰς Εὔβοιαν, ἀϑροίσας τὰς ναῦς οὔσας πεντήκοντα κατὰ σπουδὴν ἀνήχϑη: καὶ κατὰ τὸν ῎Αϑω γενομένων τῶν τριήρων ἐπεγενήϑη χειμὼν τηλικοῦτος, ὥστε τὰς μὲν ναῦς ἁπάσας ἀπολέσϑαι, τῶν δὲ ἀνδρῶν δώδεκα μόνον διασωϑῆναι. δηλοῖ δὲ τὰ περὶ τούτων ἀνάϑημα κείμενον ἐν τῷ περὶ Κορώνειαν νεῷ, καϑάπερ φησὶν ῎Εφορος, τὴν ἐπιγραφὴν ἔχον ταύτην: οἵδ᾽ ἀπὸ πεντήκοντα νεῶν ϑάνατον προφυγόντες πρὸς σκοπέλοισιν ῎Αϑω σώματα γῇ πέλασαν
Note a pie di pagina
1 3 ἀπαγγέλλοντας A
2 7 στρατηγὸν] σατράπην L (c. 87, 4)
3 8 Κλέαρχον] Λέαρχον PA
4 τὸν] τῶν P
5 21 μόνον Hert., μόνους O
6 τὰ] τὸ O
7 23 Εὔφορος P
8 25 προσκοπέλοισιν P