Textus Originalis
62 DIODOR. XIII 41. 42.
δώδεκα, τοὺς δ᾽ ἄλλους ὄλεσεν μέγα λαῖτμα ϑαλάσσης, νῆάς τε στυγεροῖς πνεύμασι χρησαμένας. 42 Περὶ δὲ τὸν αὐτὸν καιρὸν ᾿Αλκιβιάδης ἔχων τρισκαίδεκα τριήρεις κατέπλευσε πρὸς τοὺς ἐν Σάμῳ διατρίβοντας, οἳ πάλαι προακηκοότες ἦσαν, ὅτι πεπεικὼς εἴη τὸν Φαρνάβαζον μηκέτι ταῖς τριακοσίαις ναυσὶ βοηϑεῖν τοῖς Λακεδαιμονίοις. φιλοφρόνως δ᾽ αὐτὸν ἀποδεξαμένων τῶν ἐν τῇ Σάμῳ, διελέγετο πρὸς αὐτοὺς περὶ τῆς καϑόδου, πολλὰ κατεπαγγελλόμενος χρήσιμος ἔσεσϑαι τῇ πατρίδι, ὁμοίως καὶ τὰ καϑ᾽ ἑαυτὸν ἀπολογησάμενος, καὶ πολλὰ τὴν ἑαυτοῦ δακρύσας τύχην, ὅτι τὴν ἰδίαν ἀρετὴν ὑπὸ τῶν ἐχϑρῶν ἠνάγκασται κατὰ τῆς πατρίδος ἐνδείξασϑαι. τῶν δὲ στρατιωτῶν ἀσμένως τοὺς λόγους προσδεξαμένων, καὶ περὶ τούτων διαπεμψαμένων εἰς ᾿Αϑήνας, ἔδοξε τῷ δήμῳ τὸν ἄνδρα τῶν ἐγκλημάτων ἀπολῦσαι καὶ μεταδοῦναι τῆς στρατηγίας: ϑεωροῦντες γὰρ αὐτοῦ τὸ πρακτικὸν τῆς τόλμης καὶ τὴν παρὰ τοῖς ῞Ελλησι δόξαν, ὑπελάμβανον, ὅπερ ἦν εἰκός, οὐ μικρὰν ῥοπὴν ἔσεσϑαι τοῖς σφετέροις πράγμασι τούτου προσγενομένου. καὶ γὰρ ὁ τῆς πολιτείας ἀφηγούμενος τότε Θηραμένης, ἀνὴρ εἰ καί τις ἄλλος εἶναι δόξας συνετός, τῷ δήμῳ συνεβούλευσε κατάγειν τὸν ᾿Αλκιβιάδην. τούτων δ᾽ ἀπαγγελϑέντων εἰς Σάμον, ᾿Αλκιβιάδης πρὸς αἷς εἶχεν ἰδίαις ναυσὶ τρισκαίδεκα ἐννέα προσέλαβε, καὶ
Note a pie di pagina
1 21 εἰκὸς ἦν A
2 τοῖς σφετέροις ἔσεσϑαι O-PA
3 24 δόξας εἶναι O-PAF