Textus Originalis
Ol. 92, 2 : 411 a. Chr. 63
μετὰ τούτων ἐκπλεύσας εἰς ῾Αλικαρνασσὸν παρὰ τῆς πόλεως εἰσεπράξατο χρήματα. μετὰ δὲ ταῦτα τὴν Μεροπίδα πορϑήσας μετὰ πολλῆς λείας ἀνέπλευσεν εἰς Σάμον. πολλῶν δὲ συναχϑέντων λαφύρων, τοῖς τ᾽ ἐν Σάμῳ στρατιώταις καὶ τοῖς μεϑ᾽ ἑαυτοῦ διελόμενος τὰς ὠφελείας ταχὺ τοὺς εὖ παϑόντας εὔνους ἑαυτῷ κατεσκεύασεν. περὶ δὲ τὸν αὐτὸν χρόνον ᾿Αντάνδριοι, φρουρὰν ἔχοντες, μετεπέμψαντο παρὰ Λακεδαιμονίων στρατιώτας, μεϑ᾽ ὧν ἐκβαλόντες τὴν φυλακὴν ἐλευϑέραν ᾤκουν τὴν πατρίδα: οἱ γὰρ Λακεδαιμόνιοι περὶ τῆς εἰς Φοινίκην ἀποστολῆς τῶν τριακοσίων νεῶν ἐγκαλοῦντες τῷ Φαρναβάζῳ τοῖς ῎Αντανδρον οἰκοῦσι συνεμάχησαν. 5 Τῶν δὲ συγγραφέων Θουκυδίδης μὲν τὴν ἱστορίαν κατέστροφε, περιλαβὼν χρόνον ἐτῶν εἴκοσι καὶ δυοῖν ἐν βύβλοις ὀκτώ: τινὲς δὲ διαιροῦσιν εἰς ἐννέα: Ξενοφῶν δὲ καὶ Θεόπομπος ἀφ᾽ ὧν ἀπέλιπε Θουκυδίδης τὴν ἀρχὴν πεποίηνται, καὶ Ξενοφῶν μὲν περιέλαβε χρόνον ἐτῶν τεσσαράκοντα καὶ ὀκτώ, Θεόπομπος δὲ τὰς ᾿Ελληνικὰς πράξεις διελϑὼν ἐπ᾽ ἔτη ἑπτακαίδεκα καταλήγει τὴν ἱστορίαν εἰς τὴν περὶ Κνίδον ναυμαχίαν ἐν βύβλοις δώδεκα. 43 Τὰ μὲν οὖν κατὰ τὴν ῾Ελλάδα καὶ τὴν ᾿Ασίαν ἐν τούτοις ἦν. ῾Ρωμαῖοι δὲ πρὸς Αἴκους διαπολεμοῦντες ἐνέβαλον αὐτῶν εἰς τὴν χώραν μετὰ πολλῆς
Note a pie di pagina
1 2 ἐπράξατο P
2 Μεροδίπα O, corr. Palmerius
3 15 κατέστροφε Dind., κατέστρεψε O
4 εἴκοσι καὶ δυοῖν] κβ PFJM; κα fort. (cf. XII 37, 2)
5 διαιροῦντες P¹
6 17 ἀπέλειπεν P
7 19 τεσσαράκοντα καὶ ὀκτώ] μη PF
8 21 ἑπτακαίδεκα] ιζ P
9 22 δώδεκα L, ιβ P, δυοκαίδεκα c
10 24 Αἰκοὺς PA