Textus Originalis

64 DIODOR. XIII 43. 43.

64 DIODOR. XIII 43. 43.

δυνάμεως: περιστρατοπεδεύσαντες δὲ πόλιν Βώλας ὀνομαζομένην ἐξεπολιόρκησαν. Τῶν δὲ κατὰ τὸν ἐνιαυτὸν τοῦτον πράξεων τέλος ἐχουσῶν ᾿Αϑήνησι μὲν ἦρχε Γλαύκιππος, ἐν δὲ τῇ ῾Ρώμῃ κατεστάϑησαν ὕπατοι Μάρκος Κορνήλιος καὶ Λεύκιος Φούριος. περὶ δὲ τούτους τοὺς χρόνους Αἰγεσταῖοι κατὰ τὴν Σικελίαν σύμμαχοι γεγενημένοι τοῖς ᾿Αϑηναίοις κατὰ Συρακοσίων, καταλυϑέντος τοῦ πολέμου περιδεεῖς καϑειστήκεισαν: ἤλπιζον γάρ, ὅπερ ἦν εἰκός, τιμωρίαν δώσειν τοῖς Σικελιώταις, ὑπὲρ ὧν εἰς αὐτοὺς ἐξήμαρτον. τῶν δὲ Σελινουντίων περὶ τῆς ἀμφισβητησίμου χώρας πολεμούντων αὐτούς, ἑκουσίως ἐξεχώρουν, εὐλαβούμενοι, μὴ διὰ ταύτην τὴν πρόφασιν οἱ Συρακόσιοι συνεπιλάβωνται τοῦ πολέμου τοῖς Σελινουντίοις, καὶ κινδυνεύσωσιν ἄρδην ἀπολέσαι τὴν πατρίδα. ἐπεὶ δ᾽ οἱ Σελινούντιοι χωρὶς τῆς ἀμφισβητησίμου πολλὴν τῆς παρακειμένης ἀπετέμοντο, τηνικαῦϑ᾽ οἱ τὴν Αἴγεσταν οἰκοῦντες πρέσβεις ἀπέστειλαν εἰς Καρχηδόνα, δεόμενοι βοηϑῆσαι καὶ τὴν πόλιν αὐτοῖς ἐγχειρίζοντες. καταπλευσάντων δὲ τῶν πεμφϑέντων, καὶ τῇ γερουσίᾳ τὰς παρὰ τοῦ δήμου δεδομένας ἐντολὰς εἰπόντων, οὐ μετρίως διηπόρησαν οἱ Καρχηδόνιοι: ἅμα μὲν γὰρ ἐπεϑύμουν παραλαβεῖν πόλιν εὔκαιρον, ἅμα δ᾽ ἐφοβοῦντο τοὺς Συρακοσίους, ἑωρακότες προσφάτως καταπεπολε-

Note a pie di pagina

1 1 Βολὰς P, Βώλασον A, Βόλασον c

2 5 Φρούριος PA

3 7 ᾿Εγεσταῖοι A (plerumque)

4 9 τοῦ] δὲ τοῦ O

5 11 ὑπὲρ] περὶ f

6 16 κινδυνεύσουσιν PAFK

7 26 πόλιν PF, τὴν πόλιν c