Textus Originalis
Ol. 92, 3 : 410 a. Chr. 65
μημένας τὰς τῶν ᾿Αϑηναίων δυνάμεις. οὐ μὴν ἀλλὰ καὶ τοῦ παρ᾽ αὐτοῖς πρωτεύοντος ... παραλαβεῖν τὴν πόλιν, τοῖς μὲν πρεσβευταῖς ἀπεκρίϑησαν βοηϑήσειν, εἰς δὲ τὴν τούτων διοίκησιν, ἄν τις ᾖ χρεία πολεμεῖν, στρατηγὸν κατέστησαν τὸν ᾿Αννίβαν, κατὰ νόμους τότε βασιλεύοντα. οὗτος δὲ ἦν υἱωνὸς μὲν τοῦ πρὸς Γέλωνα πολεμήσαντος ᾿Αμίλκου καὶ πρὸς ῾Ιμέρᾳ τελευτήσαντος, υἱὸς δὲ Γέσκωνος, ὃς διὰ τὴν τοῦ πατρὸς ἧτταν ἐφυγαδεύϑη καὶ κατεβίωσεν ἐν τῇ Σελινοῦντι. ὁ δ᾽ οὖν ᾿Αννίβας, ὢν μὲν καὶ φύσει μισέλλην, ὁμοῦ δὲ τὰς τῶν προγόνων ἀτιμίας διορϑώσασϑαι βουλόμενος, ἔσπευδε δι᾽ ἑαυτοῦ τι κατασκευάσαι χρήσιμον τῇ πατρίδι. ϑεωρῶν οὖν τοὺς Σελινουντίους οὐκ ἀρκουμένους τῇ παραχωρήσει τῆς ἀμφισβητησίμου χώρας, πρέσβεις ἀπέστειλε μετὰ τῶν Αἰγεσταίων πρὸς Συρακοσίους, ἐπιτρέπων αὐτοῖς τὴν κρίσιν τούτων, τῷ μὲν λόγῳ προσποιούμενος δικαιοπραγεῖν, τῇ δ᾽ ἀληϑείᾳ νομίζων ἐκ τοῦ μὴ βούλεσϑαι τοὺς Σελινουντίους διακριϑῆναι μὴ συμμαχήσειν αὐτοῖς τοὺς Συρακοσίους. ἀποστειλάντων δὲ καὶ Σελινουντίων πρέσβεις, διακριϑῆναι μὲν μὴ βουλομένων, πολλὰ δὲ πρὸς τοὺς παρὰ Καρχηδονίων καὶ τῶν Αἰγεσταίων πρέσβεις ἀντειπόντων, τέλος ἔδοξε τοῖς Συρακοσίοις ψηφίσασϑαι τηρεῖν πρὸς μὲν Σελινουντίους τὴν
Note a pie di pagina
1 1 τὰς τῶν ᾿Α. δυνάμεις om. P
2 2 τοῦ post πρωτεύοντος posuit Dind.; παρακαλοῦντος add. Reiske, ᾿Αννίβου συμβουλεύοντος excidisse videtur
3 5 κατέστησαν στρατηγὸν O-PA
4 10 ᾿Ανίβας P
5 11 ὁμοῦ (vel ὁμοίως) Dind., ὅμως O
6 20 διακρ.] καὶ διακρ. Reiske
7 23 παρὰ om. A