Textus Originalis
66 DIODOR. XIII 44. 45.
συμμαχίαν, πρὸς δὲ Καρχηδονίους τὴν εἰρήνην. μετὰ δὲ τὴν ἐπάνοδον τῶν πρεσβευτῶν Καρχηδόνιοι μὲν τοῖς Αἰγεσταίοις ἀπέστειλαν Λίβυάς τε πεντακισχιλίους καὶ τῶν Καμπανῶν ὀκτακοσίους. οὗτοι δ᾽ ἦσαν ὑπὸ τῶν Χαλκιδέων τοῖς ᾿Αϑηναίοις εἰς τὸν πρὸς Συρακοσίους πόλεμον μεμισϑωμένοι, καὶ μετὰ τὴν ἧτταν καταπεπλευκότες οὐκ εἶχον τοὺς μισϑοδοτήσοντας: οἱ δὲ Καρχηδόνιοι πᾶσιν ἵππους ἀγοράσαντες καὶ μισϑοὺς ἀξιολόγους δόντες εἰς τὴν Αἴγεσταν κατέστησαν. οἱ δὲ Σελινούντιοι κατ᾽ ἐκείνους τοὺς χρόνους εὐδαιμονοῦντες, καὶ τῆς πόλεως αὐτοῖς πολυανδρούσης, κατεφρόνουν τῶν Αἰγεσταίων. καὶ τὸ μὲν πρῶτον ἐν τάξει τὴν ὅμορον χώραν ἐπόρϑουν, πολὺ προέχοντες ταῖς δυνάμεσι. μετὰ δὲ ταῦτα καταφρονήσαντες κατὰ πᾶσαν τὴν χώραν ἐσκεδάσϑησαν. οἱ δὲ τῶν Αἰγεσταίων στρατηγοὶ παρατηρήσαντες αὐτοὺς ἐπέϑεντο μετὰ τῶν Καρχηδονίων καὶ τῶν Καμπανῶν. ἀπροσδοκήτου δὲ τῆς ἐφόδου γενομένης ῥᾳδίως ἐτρέψαντο τοὺς Σελινουντίους, καὶ τῶν μὲν στρατιωτῶν ἀνεῖλον περὶ χιλίους, τῆς δὲ λείας πάσης ἐκυρίευσαν. μετὰ δὲ τὴν μάχην εὐϑέως ἀπέστειλαν πρέσβεις, οἱ μὲν Σελινούντιοι πρὸς Συρακοσίους, οἱ δ᾽ Αἰγεσταῖοι πρὸς Καρχηδονίους, περὶ βοηϑείας. ἑκατέρων δ᾽ ἐπαγγειλαμένων συμμαχήσειν, ὁ μὲν Καρχηδονιακὸς πόλεμος ταύτην ἔλαβεν ἀρχήν: οἱ δὲ Καρχηδόνιοι προορώμενοι τὸ μέγεϑος τοῦ πολέμου, τὴν ἐπιτροπὴν ἔδωκαν ᾿Αννίβᾳ τῷ στρατηγῷ περὶ τοῦ
Note a pie di pagina
1 1 συμμαχίαν δόντων (om. πρὸς — ἐπάνοδ) P
2 12 πολυάνδρου οὔσης O, corr. Dind.
3 26 ἀρχήν PAF, τὴν ἀρχήν c
4 28 ᾿Ανίβα P