Textus Originalis

Ol. 92, 3 : 410 a. Chr. 67

Ol. 92, 3 : 410 a. Chr. 67

μεγέϑους τῆς δυνάμεως, καὶ πάντα προϑύμως ὑπηρέτουν. ὁ δὲ ᾿Αννίβας τό τε ϑέρος ἐκεῖνο καὶ τὸν συνάπτοντα χειμῶνα πολλοὺς μὲν ἐξ ᾿Ιβηρίας ἐξενολόγησεν, οὐκ ὀλίγους δὲ καὶ τῶν πολιτῶν κατέγραφεν: ἐπῄει δὲ καὶ τὴν Λιβύην ἐπιλεγόμενος ἐξ ἁπάσης πόλεως τοὺς κρατίστους, καὶ ναῦς παρεσκευάζετο, διανοούμενος τῆς ἑαρινῆς ὥρας ἐνισταμένης διαβιβάζειν τὰς δυνάμεις. τὰ μὲν οὖν κατὰ τὴν Σικελίαν ἐν τούτοις ἦν. 45 Κατὰ δὲ τὴν ῾Ελλάδα Δωριεὺς ὁ ῾Ρόδιος, ναύαρχος ὢν τῶν ἐξ ᾿Ιταλίας τριήρων, ἐπειδὴ κατέστησε τὴν ἐν ῾Ρόδῳ ταραχήν, ἐξέπλευσεν ἐφ᾽ ῾Ελλήσποντον, σπεύδων συμμῖξαι τῷ Μινδάρῳ: οὗτος γὰρ ἐν ᾿Αβύδῳ διατρίβων συνῆγε πανταχόϑεν τὰς συμμαχούσας ναῦς τοῖς Πελοποννησίοις. ἤδη δὲ τοῦ Δωριέως ὄντος περὶ τὸ Σίγειον τῆς Τρῳάδος, οἱ περὶ Σηστὸν ὄντες ᾿Αϑηναῖοι πυϑόμενοι τὸν παράπλουν ἀνήχϑησαν ἐπ᾽ αὐτοὺς πάσαις ταῖς ναυσίν, οὔσαις ἑβδομήκοντα καὶ τέσσαρσιν. ὁ δὲ Δωριεὺς μέχρι μέν τινος ἀγνοήσας τὸ γινόμενον ἔπλει μετέωρος: κατανοήσας δὲ τὸ μέγεϑος τοῦ στόλου κατεπλάγη, καὶ σωτηρίαν ἄλλην οὐδεμίαν ὁρῶν κατέφυγεν εἰς Δάρδανον. ἐκβιβάσας δὲ τοὺς στρατιώτας καὶ τοὺς φρουροῦντας τὴν πόλιν προσλαβόμενος, βέλη τε παμπληϑῆ ταχέως παρεκόμισε καὶ τῶν στρατιωτῶν οὓς μὲν ἐπὶ τὰς πρῴρας ἐπέστησεν, οὓς δ᾽ ἐπὶ τῆς γῆς εὐκαίρως ἔταξεν. οἱ δ᾽ ᾿Αϑηναῖοι

Note a pie di pagina

1 13 συμμίξαι O

2 14 ᾿Αβύδῳ] συνόδω P

3 16 Σίγιον AFK

4 τῆς om. P

5 Τροιάδος P

6 19 ἑβδομήκοντα καὶ τέσσαρσιν] οδ P