Textus Originalis

68 DIODOR. XIII 45. 46.

68 DIODOR. XIII 45. 46.

κατὰ πολλὴν σπουδὴν καταπλεύσαντες ἐνεχείρησαν ἀποσπᾶν τὰς ναῦς, καὶ πανταχόϑεν τῷ πλήϑει περιχυϑέντες κατεπόνουν τοὺς ἐναντίους. ἃ δὴ πυϑόμενος Μίνδαρος ὁ τῶν Πελοποννησίων ναύαρχος, εὐϑέως ἐξ ᾿Αβύδου μετὰ παντὸς ἀνήχϑη τοῦ στόλου, καὶ κατέπλει πρὸς τὸ Δαρδάνειον μετὰ νεῶν τεσσάρων πρὸς ταῖς ὀγδοήκοντα, βοηϑήσων τοῖς μετὰ τοῦ Δωριέως: συμπαρῆν δὲ καὶ τὸ πεζὸν στράτευμα τοῦ Φαρναβάζου, βοηϑοῦν τοῖς Λακεδαιμονίοις. ὡς δ᾽ ἐγγὺς ἀλλήλων ἐγενήϑησαν οἱ στόλοι, διέταξαν ἀμφότεροι τὰς τριήρεις εἰς ναυμαχίαν: καὶ Μίνδαρος μὲν ἔχων ἑπτὰ πρὸς ταῖς ἐνενήκοντα ναυσὶν ἐπὶ μὲν τὸ λαιὸν κέρας ἔταξε Συρακοσίους, τοῦ δεξιοῦ δ᾽ αὐτὸς εἶχε τὴν ἡγεμονίαν: τῶν δ᾽ ᾿Αϑηναίων τοῦ μὲν δεξιοῦ μέρους Θρασύβουλος ἡγεῖτο, τοῦ δ᾽ ἑτέρου Θράσυλλος. τούτων δὲ τὸν τρόπον αὐτῶν ἐξηρτυμένων, οἱ μὲν ἡγεμόνες αὐτῶν ἦραν τὸ σύσσημον τῆς μάχης, οἱ σαλπικταὶ δὲ ἀφ᾽ ἑνὸς παραγγέλματος ἤρξαντο σημαίνειν τὸ πολεμικόν: καὶ τῶν μὲν ἐρετῶν οὐϑὲν ἐλλειπόντων προϑυμίας, τῶν δὲ κυβερνητῶν ἐντέχνως τοῖς οἴαξι χρωμένων, καταπληκτικὸν συνέβαινε γίνεσϑαι τὸν ἀγῶνα. ὁπότε γὰρ αἱ τριήρεις εἰς ἐμβολὴν ἐπιφέροιντο, τηνικαῦτα οἱ κυβερνῆται πρὸς αὐτὴν τὴν τοῦ καιροῦ ῥοπὴν ἐπέστρεφον τὰς ναῦς πραγματικῶς, ὥστε τὰς πληγὰς γίνεσϑαι κατ᾽ ἐμβολήν. οἱ μὲν οὖν ἐπιβάται

Note a pie di pagina

1 6 δ πρὸς ταῖς π PA, τεσσάρων καὶ ὀγδοήκοντα c

2 15 ἐξηρτημένων JL

3 16 σαλπιγκταὶ O

4 23 ἐπεφέροντο O, corr. Hert. (c. 40, 1)

5 26 κατ᾽] οὐ κατ᾽ Reiske

6 ἔμβολον malim