Textus Originalis

Ol. 92, 3 : 410 a. Chr. 69

Ol. 92, 3 : 410 a. Chr. 69

ϑεωροῦντες πλαγίας τὰς ἑαυτῶν ναῦς συνεπιφερομένας ταῖς τῶν πολεμίων τριήρεσι, περιδεεῖς ἐγίνοντο, περὶ σφῶν ἀγωνιῶντες: ὁπότε δ᾽ οἱ κυβερνῆται ταῖς ἐμπειρίαις ἐκκρούσειαν τὰς ἐπιφοράς, πάλιν ἐγίνοντο περιχαρεῖς καὶ μετέωροι ταῖς ἐλπίσιν. οὐ μὴν οὐδ᾽ οἱ [ἐν] τοῖς καταστρώμασιν ἐπιβεβηκότες ἄπρακτον εἶχον τὴν φιλοτιμίαν, ἀλλ᾽ οἱ μὲν ἐκ πολλοῦ διαστήματος ἐφεστηκότες ἐτόξευον κατὰ τὸ συνεχές, καὶ ταχὺ ὁ τόπος ἦν βελῶν πλήρης: οἱ δ᾽ ἀεὶ προσιόντες ἐγγυτέρω τὰς λόγχας ἠκόντιζον, οἱ μὲν ἐπὶ τοὺς ἀμυνομένους ἐπιβάτας, οἱ δ᾽ ἐπ᾽ αὐτοὺς βαλεῖν φιλοτιμούμενοι τοὺς κυβερνήτας. ὁπότε δὲ συνερείδειαν αἱ ναῦς, τοῖς τε δόρασιν ἠγωνίζοντο καὶ κατὰ τὰς προσαγωγὰς εἰς τὰς τῶν πολεμίων τριήρεις μεϑαλλόμενοι τοῖς ξίφεσιν ἀλλήλους ἠμύνοντο. κατὰ δὲ τὰς γινομένας ἐλαττώσεις τῶν νικώντων ἐπαλαλαζόντων καὶ τῶν ἄλλων μετὰ βοῆς παραβοηϑούντων, κραυγὴ σύμμικτος ἐγίνετο παρ᾽ ὅλον τὸν τῆς ναυμαχίας τόπον. ἐπὶ πολὺν οὖν χρόνον ἰσόρροπος ἦν ἡ μάχη διὰ τὴν ὑπερβολὴν τῆς παρ᾽ ἀμφοτέροις φιλοτιμίας: μετὰ δὲ ταῦτα ᾿Αλκιβιάδης ἐκ Σάμου παραδόξως ἐπεφάνη μετὰ νεῶν εἴκοσι, πλέων κατὰ τύχην εἰς ῾Ελλήσποντον. τούτων δὲ πόρρω μὲν οὐσῶν, ἑκάτεροι σφίσι βοήϑειαν ἐλπίζοντες παραγενέσϑαι, μετέωροι ταῖς ἐλπίσιν ἐγίνοντο καὶ πολὺ προϑυμότερον ταῖς

Note a pie di pagina

1 1 τὰς ἑ. ναῦς πλαγίας O-PA

2 4 ἐπιφερομένας P (cf. v. 1 et c. 40, 3)

3 6 ἐν delevi

4 8 ἀφεστηκότες v

5 9 ταχύ] ταχέως aut τάχ᾽ Külker

6 13 συνερίσειαν PA

7 14 προσαγωγὰς c

8 15 γενομένας D