Textus Originalis

70 DIODOR. XIII 46. 47.

70 DIODOR. XIII 46. 47.

τόλμαις διεκινδύνευον: ἐπεὶ δ᾽ ἤδη σύνεγγυς ἦν ὁ στόλος, καὶ τοῖς μὲν Λακεδαιμονίοις οὐδὲν ἐφαίνετο σύσσημον, τοῖς δ᾽ ᾿Αϑηναίοις ᾿Αλκιβιάδης μετέωρον ἐποίησεν ἐπίσημον φοινικοῦν ἀπὸ τῆς ἰδίας νεώς, ὅπερ ἦν σύσσημον αὐτοῖς διατεταγμένον. οἱ μὲν Λακεδαιμόνιοι καταπλαγέντες ἐτράπησαν, οἱ δὲ ᾿Αϑηναῖοι τῷ προτερήματι μετεωρισϑέντες μετὰ σπουδῆς ἐπεδίωκον τὰς ὑποφευγούσας. καὶ δέκα μὲν νεῶν εὐϑὺς ἐκυρίευσαν, μετὰ δὲ ταῦτα χειμῶνος ἐπιγενομένου καὶ πνευμάτων μεγάλων πολλὰ περὶ τὸν διωγμὸν αὐτοὺς ἐμποδίζεσϑαι συνέβαινε: διὰ γὰρ τὸ μέγεϑος τῶν κυμάτων τὰ μὲν σκάφη τοῖς οἴαξιν ἠπείϑει, τὰς δ᾽ ἐμβολὰς ἀπράκτους συνέβαινε γίνεσϑαι, τῶν τυπτομένων νεῶν ὑποχωρουσῶν. τέλος δ᾽ οἱ μὲν Λακεδαιμόνιοι πρὸς τὴν γῆν κατενεχϑέντες ἔφυγον πρὸς τὸ πεζὸν τοῦ Φαρναβάζου στρατόπεδον, οἱ δ᾽ ᾿Αϑηναῖοι τὸ μὲν πρῶτον ἐπεχείρησαν ἀποσπᾶν τὰς ναῦς ἀπὸ τῆς γῆς καὶ παραβόλως διεκινδύνευον, ὑπὸ δὲ τοῦ Περσικοῦ στρατεύματος ἀνακοπέντες ἀπέπλευσαν εἰς Σηστόν. ὁ γὰρ Φαρνάβαζος βουλόμενος τοῖς Λακεδαιμονίοις ὑπὲρ ὧν ἐνεκάλουν ἀπολογεῖσϑαι, βιαιότερον διηγωνίζετο πρὸς τοὺς ᾿Αϑηναίους: ἅμα δὲ καὶ περὶ τῶν εἰς Φοινίκην ἀποσταλεισῶν νεῶν τριακοσίων ἐδίδαξεν, ὡς τοῦτο ἔπραξε πυνϑανόμενος τόν τε τῶν ᾿Αράβων βασιλέα καὶ τὸν τῶν Αἰγυπτίων ἐπιβουλεύειν τοῖς περὶ Φοινίκην πράγμασιν.

Note a pie di pagina

1 7 μετὰ σπουδῆς om. f

2 17 Βαρναβάξου P

3 μὲν om. P

4 18 ἐνεχείρισαν P, ἐνεχείρησαν A (ut 45, 5)

5 22 ἀπολογεῖσϑαι M et Rhod., om. c, v

6 τῶν] τῶν P, τὸν c