Textus Originalis
8 DIODOR. XIII 2—4.
μὲν οὖν οἱ στρατηγοὶ μετὰ τῆς βουλῆς ἐν ἀπορρήτῳ συνεδρεύοντες ἐβουλεύοντο, πῶς χρὴ διοικῆσαι τὰ κατὰ τὴν Σικελίαν, ἐὰν τῆς νήσου κρατήσωσιν. ἔδοξεν οὖν αὐτοῖς Σελινουντίους μὲν καὶ Συρακοσίους ἀνδραποδίσασϑαι, τοῖς δ᾽ ἄλλοις ἁπλῶς τάξαι φόρους, οὓς κατ᾽ ἐνιαυτὸν οἴσουσιν ᾿Αϑηναίοις. τῇ δ᾽ ὑστεραίᾳ κατέβαινον οἱ στρατηγοὶ μετὰ τῶν στρατιωτῶν εἰς τὸν Πειραιέα, καὶ συνηκολούϑει πᾶς ὁ κατὰ τὴν πόλιν ὄχλος ἀναμὶξ ἀστῶν τε καὶ ξένων, ἑκάστου τοὺς ἰδίους συγγενεῖς τε καὶ φίλους προπέμποντος. αἱ μὲν οὖν τριήρεις παρ᾽ ὅλον τὸν λιμένα παρώρμουν κεκοσμημέναι τοῖς ἐπὶ ταῖς πρῴραις ἐπισήμασι καὶ τῇ λαμπρότητι τῶν ὅπλων: ὁ δὲ κύκλος ἅπας τοῦ λιμένος ἔγεμε ϑυμιατηρίων καὶ κρατήρων ἀργυρῶν, ἐξ ὧν ἐκπώμασι χρυσοῖς ἔσπενδον οἱ τιμῶντες τὸ ϑεῖον καὶ προσευχόμενοι κατατυχεῖν τῆς στρατείας. ἀναχϑέντες οὖν ἐκ τοῦ Πειραιέως περιέπλευσαν τὴν Πελοπόννησον καὶ κατηνέχϑησαν εἰς Κόρκυραν: ἐνταῦϑα γὰρ παραμένειν παρήγγελτο καὶ προσαναλαμβάνειν τοὺς παροίκους τῶν συμμάχων. ἐπεὶ δ᾽ ἅπαντες ἠϑροίσϑησαν, διαπλεύσαντες τὸν ᾿Ιόνιον πόρον πρὸς ἄκραν ᾿Ιαπυγίαν κατηνέχϑησαν. κἀκεῖϑεν ἤδη παρελέγοντο τὴν ᾿Ιταλίαν. ὑπὸ μὲν οὖν Ταραντίνων οὐ προσεδέχϑησαν, Μεταποντίνους δὲ καὶ ῾Ηρακλειώτας παρέπλευσαν: εἰς δὲ Θουρίους κατενεχϑέντες πάντων ἔτυχον τῶν φιλανϑρώπων. ἐκεῖϑεν δὲ καταπλεύσαντες εἰς Κρό-
Note a pie di pagina
1 6 φόρον ὃν (F)KM
2 13 ἐπιστήμασι O, corr. Hert.
3 18 κατήχϑησαν Cobet
4 19 Κέρκυραν v
5 20 παρηγγέλλετο PAFK
6 25 ἠρακλειότας P