Textus Originalis
Ol. 92, 3 : 410 a. Chr. 71
47 Τῆς δὲ ναυμαχίας τοιοῦτον τὸ τέλος λαβούσης ᾿Αϑηναῖοι τότε μὲν εἰς Σηστὸν ἀπέπλευσαν ἤδη νυκτὸς οὔσης, ἅμα δ᾽ ἡμέρᾳ τά τε ναυάγια συνήγαγον καὶ πρὸς τῷ προτέρῳ τροπαίῳ πάλιν ἕτερον ἔστησαν. Μίνδαρος δὲ νυκτὸς περὶ πρώτην φυλακὴν εἰς ῎Αβυδον ἀναχϑεὶς τάς τε πεπονηκυίας ναῦς ἐπεσκεύαζε καὶ πρὸς Λακεδαιμονίους διεπέμψατο περὶ βοηϑείας πεζῆς τε καὶ ναυτικῆς: διενοεῖτο γὰρ ἐν ὅσῳ τὰ κατὰ τὸν στόλον ἕτοιμα ἐγίνετο, πεζῇ μετὰ Φαρναβάζου τὰς συμμαχούσας κατὰ τὴν ᾿Ασίαν πόλεις ᾿Αϑηναίοις πολιορκήσειν. Χαλκιδεῖς δὲ καὶ σχεδὸν οἱ λοιποὶ πάντες οἱ τὴν Εὔβοιαν κατοικοῦντες ἀφεστηκότες ἦσαν ᾿Αϑηναίων, καὶ διὰ τοῦτο περιδεεῖς ἐγίνοντο, μήποτε νῆσον οἰκοῦντες ἐκπολιορκηϑῶσιν ὑπ᾽ ᾿Αϑηναίων ϑαλασσοκρατούντων: ἠξίουν οὖν Βοιωτοὺς κοινῇ χῶσαι τὸν Εὔριπον, ὥστε συνάψαι τὴν Εὔβοιαν τῇ Βοιωτίᾳ. συγκαταϑεμένων δὲ τῶν Βοιωτῶν διὰ τὸ κἀκείνοις συμφέρειν τὴν Εὔβοιαν εἶναι τοῖς μὲν ἄλλοις νῆσον, ἑαυτοῖς δ᾽ ἤπειρον: διόπερ αἱ πόλεις ἅπασαι πρὸς τὴν διάχωσιν ἐπερρώσϑησαν καὶ πρὸς ἀλλήλας ἡμιλλῶντο: οὐ γὰρ μόνον τοῖς πολίταις ἐξιέναι πανδημεὶ προσέταξαν, ἀλλὰ καὶ τοῖς παροικοῦσι ξένοις, ὥστε διὰ τὸ πλῆϑος τῶν τοῖς ἔργοις προσιόντων τὴν πρόϑεσιν ταχέως λαβεῖν συντέλειαν. τῆς μὲν οὖν Εὐβοίας κατεσκευάσϑη τὸ χῶμα κατὰ τὴν Χαλκίδα, τῆς δὲ Βοιωτίας πλησίον Αὐλίδος: ἐνταῦϑα
Note a pie di pagina
1 1 τὸ PAL, om. c
2 6 κατεσκεύαζε O, corr. Hert.
3 7 περὶ f, διεπέμψατο O-PA
4 11 ἐκπολιορκήσειν f
5 12 οἱ om. O
6 19 Εὔβοιαν P