Textus Originalis
72 DIODOR. XIII 47. 48.
γὰρ ὁ μεταξὺ τόπος ἦν στενώτατος. συνέβαινε μὲν οὖν καὶ πρότερον ἀεὶ κατ᾽ ἐκεῖνον τὸν τόπον εἶναι ῥοῦν καὶ πυκνὰς ποιεῖσϑαι τροπὰς τὴν ϑάλατταν, τότε δὲ πολὺ μᾶλλον ἦν ἐπιτείνοντα τὰ κατὰ τὸν ῥοῦν, ὡς ἂν εἰς στενὸν ἄγαν συγκεκλεισμένης τῆς ϑαλάττης: ὁ γὰρ διέκπλους ἀπελείφϑη μιᾷ νηί. ᾠκοδόμησαν δὲ καὶ πύργους ὑψηλοὺς ἐπ᾽ ἀμφοτέρων τῶν ἄκρων, καὶ ξυλίνας τοῖς διάρροις ἐπέστησαν γεφύρας. Θηραμένης δ᾽ ὑπ᾽ ᾿Αϑηναίων ἀποσταλεὶς μετὰ νεῶν τριάκοντα τὸ μὲν πρῶτον ἐπεχείρησε κωλύειν τοὺς ἐπὶ τῶν ἔργων, πολλοῦ δὲ πλήϑους στρατιωτῶν συμπαρόντος τοῖς κατασκευάζουσι τὰ χώματα ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέστη, τὸν δὲ πλοῦν ἐπὶ [τῶν] νήσων ἐποιήσατο. βουλόμενος δὲ τούς τε πολίτας καὶ συμμάχους ἀναπαῦσαι τῶν εἰσφορῶν, τήν τε τῶν πολεμίων χώραν ἐπόρϑησε καὶ πολλὰς ὠφελείας ἤϑροισεν. ἐπῄει δὲ καὶ τὰς συμμαχίδας πόλεις, καὶ τοὺς ἐν αὐταῖς νεωτερίζοντας εἰσεπράττετο χρήματα. καταπλεύσας δ᾽ εἰς Πάρον καὶ καταλαβὼν ὀλιγαρχίαν ἐν τῇ πόλει, τῷ μὲν δήμῳ τὴν ἐλευϑερίαν ἀποκατέστησε, παρὰ δὲ τῶν ἁψαμένων τῆς ὀλιγαρχίας χρημάτων πλῆϑος εἰσεπράξατο. 48 Συνέβη δὲ περὶ τοῦτον τὸν χρόνον ἐν τῇ Κορκύρᾳ γενέσϑαι μεγάλην στάσιν καὶ σφαγήν, ἣν
Note a pie di pagina
1 1 τόπος ἦν] προσῆν AH, πόρος ἦν Wess.
2 στενότατος v
3 2 ἀεὶ καὶ πρότερον O-PA
4 3 καὶ πυκνὰς — 6 ῥοῦν om. A
5 4 ἐπιτείνοντα] ἐπι τίνων v P
6 10 τριάκοντα] ν P
7 14 τῶν del. Dind.
8 17 ἐπόρϑησεν A, ἐπόρϑησαν Pf
9 ἤϑροισαν P
10 20 Πάρον] Σπάρτην A
11 25 Κερκύρᾳ v (item infra)
12 μεγάλην γενέσϑαι O-PAF
13 ἣν] ἣν καὶ Reiske