Textus Originalis

Ol. 92, 3 : 410 a. Chr. 73

Ol. 92, 3 : 410 a. Chr. 73

δι᾽ ἑτέρας μὲν αἰτίας λέγεται γενέσϑαι, μάλιστα δὲ διὰ τὴν ὑπάρχουσαν αὐτοῖς πρὸς ἀλλήλους ἔχϑραν. ἐν οὐδεμιᾷ γάρ ποτε πόλει τοιοῦτοι πολιτῶν φόνοι συνετελέσϑησαν οὐδὲ μείζων ἔρις καὶ φιλονεικία πρὸς ὄλεϑρον ἀνήκουσα. δοκοῦσι γὰρ οἱ μὲν ἀναιρεϑέντες ὑπ᾽ ἀλλήλων πρὸ ταύτης τῆς στάσεως γεγονέναι περὶ χιλίους καὶ πεντακοσίους, καὶ πάντες οὗτοι πρωτεύοντες τῶν πολιτῶν. τούτων δ᾽ ἐπιγεγενημένων τῶν ἀτυχημάτων ἑτέραν αὐτοῖς συμφορὰν ἐπέστησεν ἡ τύχη, τὴν πρὸς ἀλλήλους πάλιν αὐξήσασα διαφοράν. οἱ μὲν γὰρ προέχοντες τοῖς ἀξιώμασι τῶν Κορκυραίων ὀρεγόμενοι τῆς ὀλιγαρχίας ἐφρόνουν τὰ Λακεδαιμονίων, ὁ δὲ δημοτικὸς ὄχλος ἔσπευδε τοῖς ᾿Αϑηναίοις συμμαχεῖν. καὶ γὰρ διαφερούσας τὰς σπουδὰς εἶχον οἱ περὶ τῆς ἡγεμονίας διαγωνιζόμενοι δῆμοι: Λακεδαιμόνιοι γὰρ τοὺς πρωτεύοντας ἐν ταῖς συμμαχίσι πόλεσιν ἐποίουν ἐπὶ τῆς διοικήσεως τῶν κοινῶν, ᾿Αϑηναῖοι δὲ δημοκρατίας ἐν ταῖς πόλεσι καϑίστανον. οἱ δ᾽ οὖν Κορκυραῖοι ϑεωροῦντες τοὺς δυνατωτάτους τῶν πολιτῶν ὄντας πρὸς τῷ τὴν πόλιν ἐγχειρίζειν Λακεδαιμονίοις, μετεπέμψαντο παρ᾽ ᾿Αϑηναίων δύναμιν τὴν παραφυλάξουσαν τὴν πόλιν. Κόνων δ᾽ ὁ στρατηγὸς τῶν ᾿Αϑηναίων πλεύσας εἰς Κόρκυραν, ἑξακοσίους μὲν τῶν ἐκ Ναυπάκτου Μεσσηνίων κατέλιπεν ἐν τῇ πόλει, αὐτὸς δὲ μετὰ τῶν νεῶν παρέ-

Note a pie di pagina

1 1 γίνεσϑαι P

2 2 ὑπερέχουσαν P

3 αὐτοῖς] γενέσϑαι add. P¹

4 3 ποτε Wess., τότε O

5 8 τούτων γεγενημένων K; ἐπιτετελεσμένων fort.

6 21 τῶ P, τὸ v

7 Λακεδ. PAF, τοῖς Λακεδ. c

8 25 μεσηνίου κατέλειπεν P