Textus Originalis
74 DIODOR. XIII 48. 49.
πλευσε, καὶ καϑωρμίσϑη πρὸς τῷ τῆς ῞Ηρας τεμένει. οἱ δὲ ἑξακόσιοι μετὰ τῶν δημοτικῶν ὁρμήσαντες ἐπὶ τοὺς τὰ Λακεδαιμονίων φρονοῦντας ἐξαίφνης ἀγορᾶς πληϑούσης οὓς μὲν συνελάμβανον, οὓς δ᾽ ἐφόνευον, πλείους δὲ τῶν χιλίων ἐφυγάδευσαν: ἐποιήσαντο δὲ τοὺς μὲν δούλους ἐλευϑέρους, τοὺς δὲ ξένους πολίτας, εὐλαβούμενοι τό τε πλῆϑος καὶ τὴν δύναμιν τῶν φυγάδων. οἱ μὲν οὖν ἐκπεσόντες ἐκ τῆς πατρίδος εἰς τὴν καταντίον ἤπειρον ἔφυγον: μετὰ δέ τινας ἡμέρας τῶν ἐν τῇ πόλει τινες φρονοῦντες τὰ τῶν φυγάδων κατελάβοντο τὴν ἀγοράν, καὶ μεταπεμψάμενοι τοὺς φυγάδας περὶ τῶν ὅλων διηγωνίζοντο. τέλος δὲ νυκτὸς καταλαβούσης εἰς ὁμολογίας ἦλϑον πρὸς ἀλλήλους, καὶ τῆς φιλονεικίας παυσάμενοι κοινῶς ᾤκουν τὴν πατρίδα. ἡ μὲν οὖν ἐν Κορκύρᾳ σφαγὴ τοιοῦτον ἔσχε τὸ τέλος. 49 ᾿Αρχέλαος δ᾽ ὁ τῶν Μακεδόνων βασιλεύς, τῶν Πυδναίων ἀπειϑούντων, πολλῇ δυνάμει τὴν πόλιν περιεστρατοπέδευσεν. παρεβοήϑησε δ᾽ [αὐτῷ καὶ] Θηραμένης ἔχων στόλον: ὃς χρονιζούσης τῆς πολιορκίας ἀπέπλευσεν εἰς Θράκην πρὸς Θρασύβουλον τὸν ἀφηγούμενον τοῦ στόλου παντός. ὁ μὲν οὖν ᾿Αρχέλαος φιλοτιμότερον πολιορκήσας τὴν Πύδναν καὶ κρατήσας μετῴκισεν αὐτὴν ἀπὸ ϑαλάττης ὡς εἴκοσι στάδια. ὁ δὲ Μίνδαρος, ἤδη τοῦ χειμῶνος λήγοντος, συνήγαγε τὰς πανταχόϑεν τριήρεις: ἔκ
Note a pie di pagina
1 9 καταντίον P¹AHIF¹, καταντικρὺ c
2 16 σφαγὴ Krüger, φυγὴ O
3 20 ἐστρατοπέδευσεν P¹
4 αὐτῷ καὶ om. PA
5 παρεβοήϑει O
6 25 μετῴκησεν PA
7 26 σταδίους O-PAF¹
8 27 ἁπανταχόϑεν O-PA