Textus Originalis

Ol. 92, 3 : 410 a. Chr. 75

Ol. 92, 3 : 410 a. Chr. 75

τε γὰρ τῆς Πελοποννήσου πολλαὶ παρεγενήϑησαν καὶ παρὰ τῶν ἄλλων συμμάχων ὁμοίως. οἱ δ᾽ ἐν Σηστῷ τῶν ᾿Αϑηναίων στρατηγοί, πυνϑανόμενοι τὸ μέγεϑος τοῦ συναγομένου τοῖς πολεμίοις στόλου, περιδεεῖς ἦσαν, μήποτε πάσαις ταῖς τριήρεσιν ἐπιπλεύσαντες οἱ πολέμιοι κυριεύσωσι τῶν νεῶν. ὅϑεν αὐτοὶ μὲν καϑελκύσαντες τὰς οὔσας ἐν Σηστῷ ναῦς περιέπλευσαν τὴν Χερρόνησον καὶ καϑωρμίσϑησαν εἰς Καρδίαν: εἰς δὲ Θράκην πρὸς Θρασύβουλον καὶ Θηραμένην ἔπεμψαν τριήρεις, παρακαλοῦντες μετὰ τοῦ στόλου τὴν ταχίστην ἥκειν: μετεπέμψαντο δὲ καὶ τὸν ᾿Αλκιβιάδην ἐκ Λέσβου μεϑ᾽ ὧν εἶχε νεῶν, καὶ συνήχϑη πᾶς ὁ στόλος εἰς ἕνα τόπον, σπευδόντων τῶν στρατηγῶν περὶ τῶν ὅλων διακινδυνεῦσαι. Μίνδαρος δ᾽ ὁ τῶν Λακεδαιμονίων ναύαρχος πλεύσας εἰς Κύζικον πᾶσαν τὴν δύναμιν ἐξεβίβασε καὶ τὴν πόλιν περιεστρατοπέδευσεν. παρεγενήϑη δὲ καὶ Φαρνάβαζος μετὰ πολλῆς στρατιᾶς, μεϑ᾽ οὗ πολιορκήσας Μίνδαρος εἷλε τὴν Κύζικον κατὰ κράτος. οἱ δὲ [μετὰ] τῶν ᾿Αϑηναίων στρατηγοὶ κρίναντες ἐπὶ Κύζικον πλεῖν, ἀνήχϑησαν μετὰ πασῶν τῶν νεῶν καὶ τὴν Χερρόνησον περιέπλεον. καὶ πρῶτον μὲν εἰς ᾿Ελεοῦντα παρεγένοντο: μετὰ δὲ ταῦτα ἐφιλοτιμήϑησαν νυκτὸς τὴν τῶν ᾿Αβυδηνῶν πόλιν παραπλεῦσαι πρὸς τὸ μὴ κατανοηϑῆναι τὸ πλῆϑος τῶν νεῶν ὑπὸ τῶν πολεμίων. ἐπεὶ δ᾽ ἦλϑον εἰς Προικόννησον, τὴν μὲν νύκτα κατηυλίσϑησαν ἐν ταύτῃ, τῇ δ᾽ ὑστεραίᾳ

Note a pie di pagina

1 8 Χερόννησον P

2 20 μετὰ del. Dind.