Textus Originalis

76 DIODOR. XIII 49—51.

76 DIODOR. XIII 49—51.

τοὺς μὲν ἐπιβεβηκότας στρατιώτας διεβίβασαν εἰς τὴν τῶν Κυζικηνῶν χώραν, καὶ τῷ στρατηγοῦντι τούτων Χαιρέᾳ προσέταξαν ἄγειν τὸ στρατόπεδον ἐπὶ τὴν πόλιν, αὐτοὶ δ᾽ εἰς τρία μέρη διείλαντο τὸ ναυτικόν, καὶ τοῦ μὲν ἦρχεν ᾿Αλκιβιάδης, τοῦ δὲ Θηραμένης, τοῦ δὲ τρίτου Θρασύβουλος. ᾿Αλκιβιάδης μὲν οὖν μετὰ τοῦ καϑ᾽ αὑτὸν μέρους πολὺ προέπλευσε τῶν ἄλλων, βουλόμενος προκαλέσασϑαι τοὺς Λακεδαιμονίους εἰς ναυμαχίαν: Θηραμένης δὲ καὶ Θρασύβουλος ἐφιλοτέχνουν εἰς τὸ κυκλώσασϑαι καὶ τῆς εἰς τὴν πόλιν ἐπανόδου τοὺς ἐκπλεύσαντας εἶρξαι. Μίνδαρος δὲ τὰς μὲν ᾿Αλκιβιάδου ναῦς [καὶ] μόνας ὁρῶν προσφερομένας, τὰς δ᾽ ἄλλας ἀγνοῶν, κατεφρόνησε, καὶ ναυσὶν ὀγδοήκοντα ϑρασέως ἐκ τῆς πόλεως τὸν ἐπίπλουν ἐποιήσατο. ὡς δὲ πλησίον ἐγένετο τῶν περὶ τὸν ᾿Αλκιβιάδην, οἱ μὲν ᾿Αϑηναῖοι, καϑάπερ ἦν αὐτοῖς παρηγγελμένον, προσεποιοῦντο φεύγειν, οἱ δὲ Πελοποννήσιοι περιχαρεῖς ὄντες ἠκολούϑουν κατὰ σπουδὴν ὡς νικῶντες. ὁ δὲ ᾿Αλκιβιάδης ἐπειδὴ τῆς πόλεως αὐτοὺς ἀπέσπασε πορρωτέρω, τὸ σύσσημον ἦρεν: οὗ γενηϑέντος αἱ μετ᾽ ᾿Αλκιβιάδου τριήρεις ἐξαίφνης πρὸς ἕνα καιρὸν ἐπέστρεψαν ἀντίπρῳροι τοῖς πολεμίοις, Θηραμένης δὲ καὶ Θρασύβουλος ἔπλεον ἐπὶ τὴν πόλιν, καὶ τὸν ἀπόπλουν τῶν Λακεδαιμονίων ὑπετέμοντο. οἱ δὲ μετὰ τοῦ Μινδάρου καϑορῶντες ἤδη τὸ πλῆϑος τῶν πολεμίων

Note a pie di pagina

1 7 κατ᾽ αὐτὸν O-PAF

2 10 εἰς τὸ om. L et Dind.

3 12 καὶ om. AHLM; κ i. e. εἴκοσι conicio ex Xen. Hell. I 1, 18

4 14 ναυσὶν ὀγδοήκοντα] ναῦς π P¹

5 24 ἀπόπλουν Wess., ἐπίπλουν O, ἐπανάπλουν Reiske