Textus Originalis
Ol. 92, 3 : 410 a. Chr. 77
νεῶν, καὶ μαϑόντες ἑαυτοὺς κατεστρατηγημένους, περίφοβοι καϑειστήκεισαν. τέλος δὲ τῶν ᾿Αϑηναίων πανταχόϑεν ἐπιφαινομένων καὶ τῆς εἰς τὴν πόλιν ἐφόδου τοὺς Πελοποννησίους ἀποκλεισάντων, ὁ Μίνδαρος ἠναγκάσϑη καταφυγεῖν τῆς χώρας πρὸς τοὺς καλουμένους Κλήρους, ὅπου καὶ Φαρνάβαζος εἶχε τὴν δύναμιν. ᾿Αλκιβιάδης δὲ κατὰ σπουδὴν διώκων ἃς μὲν κατέδυεν, ἃς δὲ κατατιτρώσκων ὑποχειρίους ἐλάμβανε, τὰς δὲ πλείστας πρὸς αὐτῇ τῇ γῇ καϑωρμισμένας καταλαβὼν ἐπέβαλλε σιδηρᾶς χεῖρας, καὶ ταύταις ἀποσπᾶν ἀπὸ τῆς γῆς ἐπειρᾶτο. παραβοηϑούντων δὲ τῶν πεζῶν ἀπὸ τῆς γῆς τοῖς Πελοποννησίοις πολὺς ἐγένετο φόνος, ὡς ἂν τῶν μὲν ᾿Αϑηναίων διὰ τὸ προτέρημα ϑρασύτερον ἢ συμφορώτερον ἀγωνιζομένων, τῶν δὲ Πελοποννησίων πολὺ τοῖς πλήϑεσιν ὑπεραγόντων: καὶ γὰρ τὸ τοῦ Φαρναβάζου στρατόπεδον παρεβοήϑει τοῖς Λακεδαιμονίοις, καὶ τὴν μάχην ἐκ τῆς γῆς ποιούμενον τὴν στάσιν εἶχεν ἀσφαλεστέραν. Θρασύβουλος δὲ ϑεωρῶν τοὺς πεζοὺς τοῖς πολεμίοις βοηϑοῦντας, καὶ τοὺς λοιποὺς τῶν ἐπιβατῶν ἀπεβίβασεν εἰς τὴν γῆν, σπεύδων βοηϑῆσαι τοῖς περὶ τὸν ᾿Αλκιβιάδην: τῷ δὲ Θηραμένει παρεκελεύσατο τοῖς περὶ Χαιρέαν πεζοῖς συνάψαντα τὴν ταχίστην ἥκειν, ὅπως πεζῇ διαγωνίσωνται. 51 Τῶν δὲ ᾿Αϑηναίων περὶ ταῦτα γινομένων Μίνδαρος ὁ τῶν Λακεδαιμονίων ἀφηγούμενος αὐτὸς
Note a pie di pagina
1 3 ἐπιφερομένων Bek.
2 4 ἀφόδου Dind.
3 5 τὴν χώραν P¹
4 6 ὅπους P¹
5 8 κατέδυεν κατατιτρώσκων, ἃς δὲ ὑποχ. Reiske
6 10 καϑορμισαμένας O-L
7 ἐπέβαλε P
8 11 ταύταις Dind., ταύτας O
9 16 ὑπερεχόντων O-PA
10 23 Χαιρέαν Krüger (c. 49, 6), Χάρητα O (c. 51, 2)