Textus Originalis

78 DIODOR. XIII 51.

78 DIODOR. XIII 51.

μὲν πρὸς ᾿Αλκιβιάδην ὑπὲρ τῶν ἀφελκομένων νεῶν διηγωνίζετο, Κλέαρχον δὲ τὸν Σπαρτιάτην μετὰ μέρους τῶν Πελοποννησίων ἀπέστειλε πρὸς τοὺς περὶ Θρασύβουλον: συναπέστειλε δ᾽ αὐτῷ καὶ τοὺς παρὰ Φαρναβάζῳ στρατευομένους μισϑοφόρους. ὁ δὲ Θρασύβουλος μετὰ τῶν ἐπιβατῶν καὶ τῶν τοξοτῶν τὸ μὲν πρῶτον εὐρώστως ὑπέστη τοὺς πολεμίους, καὶ πολλοὺς μὲν ἀνεῖλεν, οὐκ ὀλίγους δὲ καὶ τῶν ἰδίων ἑώρα πίπτοντας: τῶν δὲ μετὰ τοῦ Φαρναβάζου μισϑοφόρων κυκλούντων τοὺς ᾿Αϑηναίους καὶ τῷ πλήϑει πανταχόϑεν περιχεομένων, ἐπεφάνη Θηραμένης τούς τε ἰδίους καὶ τοὺς μετὰ Χαιρέου ἄγων πεζούς. οἱ δὲ μετὰ τοῦ Θρασυβούλου καταπεπονημένοι καὶ τὰς τῆς σωτηρίας ἐλπίδας ἀπεγνωκότες πάλιν ἐξαίφνης ταῖς ψυχαῖς διηγείροντο τηλικαύτης βοηϑείας παραγεγενημένης. ἐπὶ πολὺν δὲ χρόνον καρτερᾶς μάχης γενομένης, τὸ μὲν πρῶτον οἱ τοῦ Φαρναβάζου μισϑοφόροι φεύγειν ἤρξαντο, καὶ τὸ συνεχὲς ἀεὶ τῆς τάξεως παρερρήγνυτο: τέλος δὲ οἱ Πελοποννήσιοι μετὰ Κλεάρχου καταλειφϑέντες καὶ πολλὰ δράσαντες καὶ παϑόντες ἐξεώσϑησαν. τούτων δὲ καταπεπονημένων οἱ περὶ τὸν Θηραμένην ὥρμησαν τοῖς μετ᾽ ᾿Αλκιβιάδου κινδυνεύουσι βοηϑῆσαι. συνδραμουσῶν δὲ τῶν δυνάμεων εἰς ἕνα τόπον, ὁ μὲν Μίνδαρος οὐ κατεπλάγη τὴν ἔφοδον τῶν περὶ Θηραμένην, ἀλλὰ διελόμενος τοὺς Πελο-

Note a pie di pagina

1 1 νεῶν add. Rhod.

2 4 περὶ PAF, περὶ τὸν c

3 5 Φαρναβάζου O-PF¹

4 11 περιερχομένων PAFJL, corr. Wess.

5 13 Χαιρέου] χάρη P¹, χάρητος P³

6 20 μετὰ] οἱ μετὰ Dind.

7 26 ὁ μὲν] ὅμως aut dele μὲν