Textus Originalis
Ol. 92, 3 : 410 a. Chr. 79
ποννησίους τοῖς μὲν ἡμίσεσιν ἀπήντα τοῖς ἐπιοῦσι, τοὺς δ᾽ ἡμίσεις αὐτὸς ἔχων, καὶ δεόμενος ἑκάστου μὴ καταισχῦναι τὸ τῆς Σπάρτης ἀξίωμα, καὶ ταῦτα πεζομαχοῦντας, ἀντετάχϑησαν τοῖς περὶ τὸν ᾿Αλκιβιάδην. περὶ δὲ τῶν νεῶν ἡρωικὴν συστησάμενος μάχην, καὶ πρὸ πάντων αὐτὸς κινδυνεύων, πολλοὺς μὲν ἀνεῖλε τῶν ἀντιτεταγμένων, τὸ δὲ τελευταῖον ἀξίως τῆς πατρίδος ἀγωνισάμενος ὑπὸ τῶν περὶ τὸν ᾿Αλκιβιάδην ἀνῃρέϑη. τούτου δὲ πεπτωκότος οἵ τε Πελοποννήσιοι καὶ πάντες οἱ σύμμαχοι συνέδραμον καὶ καταπλαγέντες εἰς φυγὴν ὥρμησαν. οἱ δ᾽ ᾿Αϑηναῖοι μέχρι μέν τινος ἐπεδίωξαν τοὺς πολεμίους, πυνϑανόμενοι δὲ τὸν Φαρνάβαζον μετὰ πολλῆς ἵππου κατὰ σπουδὴν ἐπειγόμενον, ἀνέκαμψαν ἐπὶ τὰς ναῦς, καὶ τὴν μὲν πόλιν παρέλαβον, δύο δὲ τρόπαια κατέστησαν ἀφ᾽ ἑκατέρας νίκης, τὸ μὲν τῆς ναυμαχίας ἐν τῇ νήσῳ τῇ Πολυδώρου καλουμένῃ, τὸ δὲ τῆς πεζομαχίας οὗ τὴν τροπὴν ἐποιήσαντο τὴν πρώτην. οἱ μὲν οὖν ἐν τῇ πόλει Πελοποννήσιοι καὶ πάντες οἱ διαφυγόντες ἐκ τῆς μάχης ἔφυγον ἐπὶ τὸ τοῦ Φαρναβάζου στρατόπεδον: οἱ δὲ τῶν ᾿Αϑηναίων στρατηγοὶ τῶν τε νεῶν ἁπασῶν ἐγκρατεῖς ἐγενήϑησαν καὶ πολλοὺς μὲν αἰχμαλώτους, ἀναρίϑμητον δὲ πλῆϑος λαφύρων ἤϑροισαν, ὡς ἂν δύο δυνάμεις ἅμα τηλικαύτας νενικηκότες.
Note a pie di pagina
1 4 ἀντετάχϑη Reiske, ἀντέταξεν αὐτοὺς M
2 8 τῶν περὶ τὸν] τὸν περὶ τὸν P, τῶν περὶ FK
3 12 πολεμίους ALM, Πελοποννησίους c
4 14 ἐπειγόμενον] ἐπιγινόμενον O (c. 16, 6)
5 21 ἐπὶ τὸ Rhod., ὑπὸ PAK, ὑπὸ τὸ c