Textus Originalis
80 DIODOR. XIII 52.
52 ᾿Απενεχϑείσης δὲ τῆς νίκης εἰς ᾿Αϑήνας, ὁ μὲν δῆμος ἐκ τῶν προτέρων συμφορῶν ἀνελπίστους εὐτυχίας ὁρῶν τῇ πόλει προσγεγενημένας μετέωρος ἦν ἐπὶ τοῖς εὐημερήμασι, καὶ τοῖς μὲν ϑεοῖς πανδημεὶ ϑυσίας καὶ πανηγύρεις ἐποιήσατο, εἰς δὲ τὸν πόλεμον ἐπέλεξε χιλίους τῶν ὁπλιτῶν τοὺς κρατίστους, ἱππεῖς δ᾽ ἑκατόν, πρὸς δὲ τούτοις τριάκοντα τριήρεις ἀπέστειλε τοῖς περὶ τὸν ᾿Αλκιβιάδην, ὅπως τὰς περὶ Λακεδαιμονίους πόλεις ἀδεῶς πορϑῶσι κρατοῦντες τῆς ϑαλάττης. οἱ δὲ Λακεδαιμόνιοι ὡς ἤκουσαν τὴν περὶ Κύζικον αὐτοῖς γενομένην συμφοράν, πρέσβεις ἐξέπεμψαν εἰς ᾿Αϑήνας ὑπὲρ εἰρήνης, ὧν ἦν ἀρχιπρεσβευτὴς ῎Ενδιος. ἐξουσίας δ᾽ αὐτῷ δοϑείσης παρελϑὼν συντόμως καὶ λακωνικῶς διελέχϑη: διόπερ ἔκρινα μὴ παραλιπεῖν τοὺς ῥηϑέντας λόγους. Βουλόμεϑα πρὸς ὑμᾶς ἄγειν εἰρήνην, ἄνδρες ᾿Αϑηναῖοι, καὶ τὰς μὲν πόλεις ἔχειν ἃς ἑκάτεροι κρατοῦμεν, τὰ δὲ φρούρια τὰ παρ᾽ ἀλλήλοις καταλῦσαι, τῶν δ᾽ αἰχμαλώτων λυτροῦντες ἀνϑ᾽ ἑνὸς ᾿Αϑηναίου λαβεῖν ἕνα Λάκωνα. οὐ γὰρ ἀγνοοῦμεν τὸν πόλεμον ἀμφοτέροις μὲν βλαβερόν, πολὺ δὲ μᾶλλον ὑμῖν. παραπέμψαντες δὲ τὸν ἐμὸν λόγον ἐκ τῶν πραγμάτων μάϑετε. ἡμεῖς μὲν ἅπασαν τὴν Πελοπόννησον γεωργοῦμεν, ὑμεῖς δὲ βραχὺ μέρος τῆς ᾿Αττικῆς: καὶ Λάκωσι μὲν ὁ πόλεμος πολλοὺς συνέϑηκε συμμάχους, ᾿Αϑηναίων δὲ τοσούτους
Note a pie di pagina
1 2 προτέρων] πρωτείων P
2 5 ἐποιήσαντο PL
3 6 ἐπέλεξε P¹, ἐξέλεξε P³
4 ὁπλιτῶν Dind. ex Xen. Hell. I 1, 34, πολιτῶν O
5 25 καὶ om. P¹
6 26 προσέϑηκε Cobet