Textus Originalis

Ol. 92, 3 : 410 a. Chr. 81

Ol. 92, 3 : 410 a. Chr. 81

ἀφείλατο ὅσους τοῖς πολεμίοις ἔδωκε: καὶ ἡμῖν μὲν ὁ πλουσιώτατος τῶν κατὰ τὴν οἰκουμένην βασιλέων χορηγός ἐστι τοῦ πολέμου, ὑμῖν δὲ οἱ πενιχρότατοι τῶν κατὰ τὴν οἰκουμένην: διόπερ οἱ μὲν ἡμέτεροι κατὰ τὸ μέγεϑος τῶν μισϑῶν προϑύμως στρατεύονται, οἱ δὲ ὑμέτεροι, τὰς εἰσφορὰς ἀπὸ τῶν ἰδίων διδόντες οὐσιῶν, ἅμα καὶ τὰς κακοπαϑείας φεύγουσι καὶ τὰς δαπάνας. ἔπειϑ᾽ ἡμεῖς μὲν κατὰ ϑάλατταν πολεμοῦντες σκάφεσι πολιτικοῖς μᾶλλον κινδυνεύομεν, ὑμεῖς δὲ πολίτας ἔχετε τοὺς πλείστους ἐν ταῖς ναυσίν. τὸ δὲ μέγιστον, ἡμεῖς μὲν κἂν κρατηϑῶμεν ἐν τοῖς κατὰ ϑάλατταν πράγμασι, τήν γε κατὰ γῆν ἡγεμονίαν ὁμολογουμένως ἔχομεν: οὐδὲ γὰρ οἶδε φυγεῖν πεζὸς Σπαρτιάτης: ὑμεῖς δὲ τῆς ϑαλάττης ... οὐχ ὑπὲρ ἡγεμονίας πεζῆς, ἀλλ᾽ ὑπὲρ ἀναστάσεως ἀγωνιᾶτε. καταλείπεταί μοι διδάξαι, πῶς τοσαῦτα καὶ τηλικαῦτα πλεονεκτοῦντες ἐν τῷ πολεμεῖν εἰρήνην ἄγειν παρακαλοῦμεν. ἐγὼ δ᾽ ὠφελεῖσϑαι μὲν ἐκ τοῦ πολεμεῖν οὔ φημι τὴν Σπάρτην, βλάπτεσϑαι μέντοι γε ἔλαττον τῶν ᾿Αϑηναίων. ἀποπλήκτων δὲ εὐδοκεῖν συνατυχοῦντας τοῖς πολεμίοις, παρὸν μηδ᾽ ὅλως ἀτυχίας λαβεῖν πεῖραν: οὐ τοσαύτην γὰρ ἡ τῶν πολεμίων ἀπώλεια φέρει χαράν, ἡλίκην ἔχει λύπην ἡ τῶν ἰδίων ταλαιπωρία. οὐ μόνον δὲ τούτων ἕνεκα διαλυϑῆναι σπεύδομεν,

Note a pie di pagina

1 3 πενιχρότατοι P

2 8 μὲν om. P

3 9 πολεμοῦντες Dind., πέμποντες O; Πελοποννησίους add. Wurm

4 μᾶλλον] μόνον Dind.; f. excidit ἢ σώμασι

5 14 φυγὴν P

6 15 ϑαλάττης] ἐκβληϑέντες add. Reiske, ἐκπεσόντες Cobet

7 πεζῆς del. Wess.

8 16 καταλείπετε P

9 21 συνατυχοῦντα c

10 24 λύπην] χαρὰν A