Textus Originalis

82 DIODOR. XIII 52—54.

82 DIODOR. XIII 52—54.

ἀλλὰ καὶ τὸ πάτριον ἔϑος τηροῦντες: ϑεωροῦντες γὰρ τὰς ἐν τῷ πολέμῳ φιλονεικίας πολλὰ καὶ δεινὰ πάϑη ποιούσας, οἰόμεϑα δεῖν φανερὸν ποιῆσαι πᾶσι καὶ ϑεοῖς καὶ ἀνϑρώποις, ὅτι τούτων ἥκιστα πάντων ἐσμὲν αἴτιοι. 53 Τοιαῦτα δὲ καὶ τούτοις παραπλήσια τοῦ Λάκωνος διαλεχϑέντος, οἱ μὲν ἐπιεικέστατοι τῶν ᾿Αϑηναίων ἔρρεπον ταῖς γνώμαις πρὸς τὴν εἰρήνην, οἱ δὲ πολεμοποιεῖν εἰωϑότες καὶ τὰς δημοσίας ταραχὰς ἰδίας ποιούμενοι προσόδους ᾑροῦντο τὸν πόλεμον. συνεπελάβετο δὲ τῆς γνώμης ταύτης καὶ Κλεοφῶν, μέγιστος ὢν τότε δημαγωγός, ὃς παρελϑὼν καὶ πολλὰ πρὸς τὴν ὑπόϑεσιν οἰκείως διαλεχϑεὶς ἐμετεώρισε τὸν δῆμον, τὸ μέγεϑος τῶν εὐημερημάτων προφερόμενος, ὥσπερ τῆς τύχης οὐκ ἐναλλὰξ εἰϑισμένης βραβεύειν τὰ κατὰ πόλεμον προτερήματα. ᾿Αϑηναῖοι μὲν οὖν κακῶς βουλευσάμενοι μετενόησαν ὅτε οὐδὲν ὄφελος, καὶ λόγοις πρὸς ἀρέσκειαν εἰρημένοις ἐξαπατηϑέντες οὕτως ἔπταισαν τοῖς ὅλοις, ὥστε μηκέτι δύνασϑαι πώποτε αὑτοὺς γνησίως ἀναλαβεῖν. ἀλλὰ ταῦτα μὲν ὕστερον πραχϑέντα τεύξεται λόγου κατὰ τοὺς ἰδίους χρόνους: τότε δὲ οἱ ᾿Αϑηναῖοι τοῖς τε εὐημερήμασιν ἐπαρϑέντες καὶ πολλὰς καὶ μεγάλας ἐλπίδας ἔχοντες ἐν τῷ τὸν ᾿Αλκιβιάδην ἀφηγεῖσϑαι τῶν ἰδίων δυνάμεων, ταχέως ᾤοντο τὴν ἡγεμονίαν ἀνακτήσασϑαι.

Note a pie di pagina

1 11 συνεβάλετο P¹ (cf. c. 5, 2 et XIV 70, 4)

2 12 ὢν] ἂν P¹

3 ὃς AL, ὡς P¹, ὅστις P³

4 προσελϑὼν AL

5 14 εὐημάτων P¹

6 15 ἐναλλάξον P¹

7 19 εἰρημένην P

8 20 αὐτοὺς πώποτε f

9 22 τότε δὲ οἱ] οἱ δ᾽ P

10 26 ἀνακτήσεσϑαι O