Textus Originalis

Ol. 92, 4 : 409 a. Chr. 83

Ol. 92, 4 : 409 a. Chr. 83

54 Τῶν δὲ κατὰ τοῦτον τὸν ἐνιαυτὸν πράξεων τέλος ἐχουσῶν ᾿Αϑήνησι μὲν παρέλαβε τὴν ἀρχὴν Διοκλῆς, ἐν ῾Ρώμῃ δὲ τὴν ὕπατον εἶχον ἀρχὴν Κόιντος Φάβιος καὶ Γάιος Φούριος. περὶ δὲ τούτους τοὺς καιροὺς ᾿Αννίβας ὁ τῶν Καρχηδονίων στρατηγὸς τούς τ᾽ ἐξ ᾿Ιβηρίας ξενολογηϑέντας καὶ τοὺς ἐκ τῆς Λιβύης καταγραφέντας στρατιώτας συνήγαγε, καὶ μακρὰς μὲν ἑξήκοντα ναῦς ἐπλήρωσε, τὰ δὲ φορτηγὰ πλοῖα περὶ χίλια πεντακόσια παρεσκευάσατο. ἐν τούτοις τήν τε δύναμιν διεκόμιζε καὶ τὰ πρὸς τὰς πολιορκίας μηχανήματα καὶ βέλη καὶ τὴν ἄλλην παρασκευὴν ἅπασαν. περαιωϑεὶς δὲ μετὰ τοῦ στόλου τὸ Λιβυκὸν πέλαγος, κατέπλευσε τῆς Σικελίας ἐπὶ τὴν ἄκραν τὴν ἀπέναντι τῆς Λιβύης, καλουμένην Λιλύβαιον: καϑ᾽ ὃν δὴ χρόνον τῶν Σελινουντίων τινὲς ἱππέων περὶ τοὺς τόπους διατρίβοντες, καὶ τὸ μέγεϑος τοῦ καταπλέοντος στόλου ϑεασάμενοι, ταχέως τοῖς πολίταις τὴν τῶν πολεμίων παρουσίαν ἐδήλωσαν. καὶ οἱ μὲν Σελινούντιοι τοὺς βιβλιαφόρους παραχρῆμα πρὸς τοὺς Συρακοσίους ἀπέστειλαν, δεόμενοι βοηϑεῖν: ὁ δ᾽ ᾿Αννίβας ἐκβιβάσας τὴν δύναμιν κατεστρατοπέδευσεν, ἀρξάμενος ἀπὸ τοῦ φρέατος, ὃ κατ᾽ ἐκείνους μὲν τοὺς καιροὺς ὠνομάζετο Λιλύβαιον, μετὰ δὲ ταῦτα πολλοῖς ἔτεσι πρὸς αὐτῷ κτισϑείσης πόλεως αἴτιον ἐγενήϑη τῇ πόλει τῆς ἐπωνυμίας. εἶχε δὲ τοὺς σύμπαντας ᾿Αννίβας, ὡς μὲν ῎Εφορος ἀνέγραψε, πεζῶν μυριάδας εἴκοσι, ἱππεῖς δὲ τετρακισχιλίους, ὡς δὲ Τίμαιός

Note a pie di pagina

1 4 φρούριος PAFM

2 28 ὡς δὲ Steph., ὁ δὲ O