Textus Originalis

84 DIODOR. XIII 54. 55.

84 DIODOR. XIII 54. 55.

φησιν, οὐ πολλῷ πλείους τῶν δέκα μυριάδων. τὰς μὲν οὖν ναῦς ἐν τῷ περὶ Μοτύην κόλπῳ πάσας ἐνεώλκησε, βουλόμενος ἔννοιαν διδόναι τοῖς Συρακοσίοις, ὡς οὐ πάρεστιν ἐκείνοις πολεμήσων οὐδὲ ναυτικῇ δυνάμει παραπλεύσων ἐπὶ Συρακούσας: παραλαβὼν δὲ τοὺς παρ᾽ Αἰγεσταίων στρατιώτας καὶ τοὺς παρὰ τῶν ἄλλων συμμάχων ἀνέζευξεν ἀπὸ τοῦ Λιλυβαίου τὴν πορείαν ποιούμενος ἐπὶ Σελινοῦντος. ὡς δ᾽ ἐπὶ τὸν Μάζαρον ποταμὸν παρεγενήϑη, τὸ μὲν παρ᾽ αὐτὸν ἐμπόριον κείμενον εἷλεν ἐξ ἐφόδου, πρὸς δὲ τὴν πόλιν παραγενηϑεὶς εἰς δύο μέρη διεῖλε τὴν δύναμιν: περιστρατοπεδεύσας δ᾽ αὐτὴν καὶ τὰς μηχανὰς ἐπιστήσας μετὰ πάσης σπουδῆς τὰς προσβολὰς ἐποιεῖτο. ἓξ μὲν γὰρ πύργους ὑπερβάλλοντας τοῖς μεγέϑεσιν ἐπέστησε, τοὺς ἴσους δὲ κριοὺς κατασεσιδηρωμένους προσήρεισε τοῖς τείχεσι: χωρὶς δὲ τούτων τοῖς τοξόταις καὶ σφενδονήταις πολλοῖς χρώμενος ἀνέστελλε τοὺς ἐπὶ τῶν ἐπάλξεων μαχομένους. οἱ δὲ Σελινούντιοι ἐκ πολλῶν ὄντες ἄπειροι πολιορκίας, καὶ Καρχηδονίοις ἐν τῷ πρὸς Γέλωνα πολέμῳ συνηγωνισμένοι μόνοι τῶν Σικελιωτῶν, οὔποτ᾽ ἤλπιζον ὑπὸ τῶν εὐεργετηϑέντων εἰς τοιούτους φόβους συγκλεισϑήσεσϑαι. ϑεωροῦντες δὲ τὰ μεγέϑη τῶν μηχανημάτων καὶ τὰ πλήϑη τῶν πολεμίων, περιδεεῖς ἦσαν καὶ κατεπλήττοντο τὸ μέγεϑος τοῦ περιεστῶτος κινδύνου. οὐ μὴν κατὰ πᾶν γε τὴν σωτηρίαν

Note a pie di pagina

1 2 μοτύλην P

2 4 πολεμήσειν P¹

3 πολεμήσων, ναυτικῇ δυνάμει περιπλεύσας Dind.

4 8 τοῦ] τῶν P¹

5 9 μαζάραν f

6 15 ὑπερστέλλοντας P¹

7 16 ἴσους] ἰδίους v