Textus Originalis
Ol. 92, 4 : 409 a. Chr. 85
ἀπεγίνωσκον, ἀλλὰ προσδοκῶντες συντόμως ἥξειν τοὺς Συρακοσίους καὶ τοὺς ἄλλους συμμάχους, πανδημεὶ τοὺς πολεμίους ἀπὸ τῶν τειχῶν ἠμύνοντο. οἱ μὲν γὰρ ἀκμάζοντες ταῖς ἡλικίαις ἐν τοῖς ὅπλοις ὄντες διεκινδύνευον, οἱ δὲ πρεσβύτεροι περί τε τὰς παρασκευὰς ἦσαν [καὶ] περιπορευόμενοι τὸ τεῖχος ἐδέοντο τῶν νέων μὴ περιιδεῖν αὐτοὺς ὑποχειρίους τοῖς πολεμίοις γινομένους: γυναῖκες δὲ καὶ παῖδες τάς τε τροφὰς καὶ [τὰ] βέλη τοῖς ὑπὲρ τῆς πατρίδος ἀγωνιζομένοις παρεκόμιζον, τὴν αἰδῶ καὶ τὴν ἐπὶ τῆς εἰρήνης αἰσχύνην παρ᾽ οὐδὲν ἡγούμεναι. τοσαύτη κατάπληξις καϑειστήκει, ὥστε τὸ μέγεϑος τῆς περιστάσεως δεῖσϑαι καὶ τῆς παρὰ τῶν γυναικῶν βοηϑείας. ὁ δ᾽ ᾿Αννίβας ἐπαγγειλάμενος τοῖς στρατιώταις εἰς διαρπαγὴν δώσειν τὴν πόλιν, τάς τε μηχανὰς προσήρεισε καὶ τοῖς κρατίστοις στρατιώταις ἐκ διαδοχῆς προσέβαλλε τοῖς τείχεσιν. ὁμοῦ δὲ αἵ τε σάλπιγγες τὸ πολεμικὸν ἐσήμαινον καὶ πρὸς ἓν παράγγελμα πᾶν ἐπηλάλαξε τὸ τῶν Καρχηδονίων στράτευμα. καὶ τῇ βίᾳ μὲν τῶν κριῶν ἐσαλεύετο τὰ τείχη, τῷ δ᾽ ὕψει τῶν πύργων οἱ μαχόμενοι πολλοὺς τῶν Σελινουντίων ἀνῄρουν: ἐν πολυχρονίῳ γὰρ εἰρήνῃ γεγονότες καὶ τῶν τειχῶν οὐδ᾽ ἡντινοῦν ἐπιμέλειαν πεποιημένοι ῥᾳδίως κατεπονοῦντο, τῶν ξυλίνων πύργων πολὺ τοῖς ὕψεσιν ὑπερεχόντων. πεσόντος δὲ τοῦ τείχους οἱ μὲν Καμπανοὶ
Note a pie di pagina
1 6 δὲ] τε PFJ, om. K
2 καὶ om. P
3 9 τὰ om. PA
4 10 παρεκομίζοντο O-PAL
5 τὴν PA, om. FJ, καὶ τὴν c
6 12 καϑειστήκει Hert., εἱστήκει O
7 16 προείρησε P
8 17 προσέβαλε O-PF²
9 23 ἡντινοῦν AP, ἡντινεσοῦν P¹, ἡντιναοῦν c