Textus Originalis

86 DIODOR. XIII 55. 56.

86 DIODOR. XIII 55. 56.

σπεύδοντες ἐπιφανές τι πρᾶξαι, ταχέως εἰσέπεσον εἰς τὴν πόλιν. τὸ μὲν οὖν πρῶτον κατεπλήξαντο τοὺς ὑποστάντας, ὀλίγους ὄντας: μετὰ δὲ ταῦτα πολλῶν συνδραμόντων ἐπὶ τὴν βοήϑειαν ἐξεώσϑησαν καὶ συχνοὺς ἑαυτῶν ἀπέβαλον: οὔπω γὰρ τελέως ἀνακεκαϑαρμένου τοῦ τείχους βιασάμενοι καὶ κατὰ τὴν ἔφοδον εἰς δυσχωρίας ἐμπίπτοντες ῥᾳδίως ἠλαττοῦντο. νυκτὸς δ᾽ ἐπιγενομένης οἱ μὲν Καρχηδόνιοι τὴν πολιορκίαν ἔλυσαν, οἱ δὲ Σελινούντιοι τῶν ἱππέων τοὺς κρατίστους ἐπιλέξαντες διὰ νυκτὸς εὐϑέως ἀπέστειλαν τοὺς μὲν εἰς ᾿Ακράγαντα, τοὺς δ᾽ εἰς Γέλαν καὶ Συρακούσας, δεόμενοι τὴν ταχίστην βοηϑεῖν, ὡς οὐ δυναμένης πλείω χρόνον τῆς πόλεως ὑποστῆναι τῶν πολεμίων τὴν δύναμιν. 56 Οἱ μὲν οὖν ᾿Ακραγαντῖνοι καὶ Γελῷοι περιέμενον τοὺς Συρακοσίους, βουλόμενοι τὴν δύναμιν ἀϑρόαν ἄγειν ἐπὶ τοὺς Καρχηδονίους: οἱ δὲ Συρακόσιοι πυϑόμενοι τὰ περὶ τὴν πολιορκίαν, πρὸς μὲν Χαλκιδεῖς πόλεμον ἔχοντες διελύσαντο, τὰς δ᾽ ἀπὸ τῆς χώρας δυνάμεις ἀϑροίζοντες, μεγάλην ποιούμενοι παρασκευὴν ἐχρόνιζον, νομίζοντες ἐκπολιορκηϑήσεσϑαι τὴν πόλιν, ἀλλ᾽ οὐκ ἀναρπασϑήσεσϑαι. ᾿Αννίβας δὲ τῆς νυκτὸς διελϑούσης ἅμα ἡμέρᾳ πανταχόϑεν μὲν προσέβαλε, τὸ δὲ κατὰ τὴν πόλιν πεπτωκὸς μέρος τοῦ τείχους καὶ τὸ συνάπτον τούτῳ

Note a pie di pagina

1 20 μεγάλην — νομίζοντες om. A

2 21 ἐχρόνιζον, νομίζοντες] ἐχρονίζοντες P¹

3 21 ἀπολιορκηϑήσεσϑαι P¹, πολιορκήσεσϑαι F et Dind., πολιορκηϑήσεσϑαι c, corr. Wurm

4 22 ἀρπασϑήσεσϑαι P

5 23 ἅμ᾽ F

6 24 τὴν πόλιν] τὸ πολὺ Wurm

7 τὸ δὲ — κατέβαλε om. F, τὸ δὲ — μηχαναῖς om. K