Textus Originalis
Ol. 92, 4 : 409 a. Chr. 87
κατέβαλε ταῖς μηχαναῖς. ἀνακαϑάρας δὲ τὸν πεσόντα τόπον τοῦ τείχους, καὶ τοῖς κρατίστοις ἐκ διαδοχῆς ἀγωνιζόμενος, ἐπ᾽ ὀλίγον ἐξέωσε τοὺς Σελινουντίους: οὐ μήν γε βιάσασϑαι δυνατὸν ἦν τοὺς ὑπὲρ τῶν ὅλων διαγωνιζομένους. πολλῶν δ᾽ ἀναιρουμένων παρ᾽ ἀμφοτέροις, τοῖς μὲν Καρχηδονίοις νεαλεῖς διεδέχοντο τὴν μάχην, τοῖς δὲ Σελινουντίοις οὐκ ἦν τὸ βοηϑῆσον. τῆς δὲ πολιορκίας ἐφ᾽ ἡμέρας ἐννέα γενομένης μετὰ φιλοτιμίας ἀνυπερβλήτου, πολλὰ συνέβη τοὺς Καρχηδονίους κακοπαϑεῖν καὶ δρᾶσαι δεινά. κατὰ δὲ τὸ πεπτωκὸς τεῖχος ἀναβάντων τῶν ᾿Ιβήρων, αἱ μὲν ἐπὶ τῶν οἰκιῶν οὖσαι γυναῖκες ἀνεβόησαν, οἱ δὲ Σελινούντιοι νομίζοντες ἁλίσκεσϑαι τὴν πόλιν κατεπλάγησαν, καὶ τὰ τείχη λιπόντες κατὰ τὰς εἰσβολὰς τῶν στενωπῶν ἀϑρόοι συνίσταντο, καὶ τὰς μὲν ὁδοὺς διοικοδομεῖν ἐνεχείρησαν, τοὺς δὲ πολεμίους ἐπὶ πολὺν χρόνον ἠμύνοντο. βιαζομένων δὲ τῶν Καρχηδονίων, τὰ πλήϑη τῶν γυναικῶν καὶ παίδων ἔφευγον ἐπὶ τὰς οἰκίας, καὶ τούς τε λίϑους καὶ τὰς κεραμίδας ἔβαλλον ἐπὶ τοὺς πολεμίους. ἐπὶ πολὺν δὲ χρόνον οἱ Καρχηδόνιοι κακῶς ἀπήλλαττον, οὔτε περιστῆναι δυνάμενοι τοὺς ἐν τοῖς στενωποῖς διὰ τοὺς τῶν οἰκιῶν τοίχους, οὔτ᾽ ἐπ᾽ ἴσης διαγωνίσασϑαι διὰ τοὺς ἀπὸ τῶν στεγῶν βάλλοντας. οὐ μὴν ἀλλὰ τοῦ κινδύνου μέχρι δείλης παρεκτείνοντος, τοῖς μὲν ἀπὸ τῶν οἰκιῶν ἀγωνιζομένοις ἐνέλιπε τὰ βέλη, τοῖς δὲ Καρ-
Note a pie di pagina
1 1 κατέβαλε PAKL, κατέλαβε c
2 ἀνακαϑήρας Dind.
3 10 κακοπαϑεῖν] καὶ παϑεῖν Dind.
4 12 τῶν ᾿Ιβ.] τῶν om. PF
5 15 στενωπῶν Reiske, στενῶν τόπων O