Textus Originalis

88 DIODOR. XIII 56—58.

88 DIODOR. XIII 56—58.

χηδονίοις οἱ διαδεχόμενοι τοὺς κακοπαϑοῦντας ἀκέραιοι διηγωνίζοντο. τέλος δὲ τῆς μὲν ἔνδον δυνάμεως ἀφαίρεσιν λαμβανούσης, τῶν δὲ πολεμίων ἀεὶ πλειόνων εἰς τὴν πόλιν ἐμπιπτόντων, ἐξεώσϑησαν ἐκ τῶν στενωπῶν οἱ Σελινούντιοι. διὸ καὶ τῆς πόλεως καταλαμβανομένης παρὰ μὲν τοῖς ῞Ελλησιν ἦν ὀδυρμοὺς καὶ δάκρυα ϑεωρεῖν, παρὰ δὲ τοῖς βαρβάροις ἀλαλαγμὸς ἦν καὶ βοὴ σύμμικτος: οἱ μὲν γὰρ τὸ μέγεϑος τῆς περιεστώσης συμφορᾶς ἐν ὀφϑαλμοῖς ἔχοντες περιδεεῖς ἦσαν, οἱ δὲ τοῖς εὐημερήμασιν ἐπηρμένοι σφάττειν παρεκελεύοντο. εἰς δὲ τὴν ἀγορὰν συνδραμόντων τῶν Σελινουντίων, οὗτοι μὲν ἐνταῦϑα μαχόμενοι πάντες ἀνῃρέϑησαν: οἱ δὲ βάρβαροι σκεδασϑέντες καϑ᾽ ὅλην τὴν πόλιν τὴν μὲν ἐν ταῖς οἰκίαις εὐδαιμονίαν συνήρπασαν, τῶν δὲ ἐγκαταληφϑέντων σωμάτων ἃ μὲν [ἐν] ταῖς οἰκίαις συγκατέκαιον, τῶν δ᾽ εἰς τὰς ὁδοὺς βιαζομένων οὐ διακρίνοντες οὔτε φύσιν οὔϑ᾽ ἡλικίαν, ἀλλ᾽ ὁμοίως παῖδας νηπίους, γυναῖκας, πρεσβύτας ἐφόνευον, οὐδεμίαν συμπάϑειαν λαμβάνοντες. ἠκρωτηρίαζον δὲ καὶ τοὺς νεκροὺς κατὰ τὸ πάτριον ἔϑος, καὶ τινὲς μὲν χεῖρας ἀϑρόας περιέφερον τοῖς σώμασι, τινὲς δὲ κεφαλὰς ἐπὶ τῶν γαίσων καὶ τῶν σαυνίων ἀναπείροντες ἔφερον. ὅσας δὲ τῶν γυναικῶν μετὰ τέκνων εἰς τοὺς ναοὺς συμπεφευγυίας κατελάμ-

Note a pie di pagina

1 3 ἀφαίρεσιν] τὴν ἀφαίρεσιν P¹

2 7 ὀδυρμὸς PA

3 10 ταῖς] τοῖς O

4 εὐημερήμασιν PAL, εὐημερίαις c (c. 58, 4)

5 16 ἐγκαταλειφϑέντων O, corr. Wurm

6 ἐν del. Hert.

7 20 λαβόντες P¹

8 22 περιέφερον] περιέπειρον Dind., περιῆπτον Hert. (ex V 29, 4)

9 23 γαίσων P¹, γαιῶν c

10 24 δὲ τῶν] δὲ μετὰ PAFK, μετὰ τῶν c