Textus Originalis
Ol. 92, 4 : 409 a. Chr. 89
βανον, παρεκελεύοντο μὴ φονεύειν, καὶ ταύταις μόναις πίστιν ἔδοσαν. τοῦτο δ᾽ ἔπραξαν οὐ τοὺς ἀκληροῦντας ἐλεοῦντες, ἀλλ᾽ εὐλαβούμενοι, μήποτε τὴν σωτηρίαν αἱ γυναῖκες ἀπογνοῦσαι κατακαύσωσι τοὺς ναούς, καὶ μὴ δυνηϑῶσι συλῆσαι τὴν ἐν αὐτοῖς καϑιερωμένην πολυτέλειαν. τοσοῦτο γὰρ ὠμότητι διέφερον οἱ βάρβαροι τῶν ἄλλων, ὥστε τῶν λοιπῶν ἕνεκα τοῦ μηδὲν ἀσεβεῖν εἰς τὸ δαιμόνιον διασωζόντων τοὺς εἰς τὰ ἱερὰ καταπεφευγότας Καρχηδόνιοι τοὐναντίον ἀπέσχοντο τῶν πολεμίων, ὅπως τοὺς τῶν ϑεῶν ναοὺς συλήσειαν. ἤδη δὲ νυκτὸς οὔσης ἡ μὲν πόλις διήρπαστο, τῶν δ᾽ οἰκιῶν αἱ μὲν κατεκαύϑησαν, αἱ δὲ κατεσκάφησαν, πᾶς δ᾽ ἦν τόπος αἵματος καὶ νεκρῶν πλήρης. ἑξακισχίλια μὲν πρὸς τοῖς μυρίοις εὑρέϑη σώματα πεπτωκότα, καὶ χωρὶς αἰχμάλωτα συνήχϑη πλείω τῶν πεντακισχιλίων: ϑεωροῦντες δὲ τὴν τοῦ βίου μεταβολὴν οἱ τοῖς Καρχηδονίοις ῞Ελληνες συμμαχοῦντες ἠλέουν τὴν τῶν ἀκληρούντων τύχην. αἱ μὲν γυναῖκες ἐστερημέναι τῆς συνήϑους τρυφῆς ἐν πολεμίων ὕβρει διενυκτέρευον, ὑπομένουσαι δεινὰς ταλαιπωρίας: ὧν ἔνιαι ϑυγατέρας ἐπιγάμους ὁρᾶν ἠναγκάζοντο πασχούσας οὐκ οἰκεῖα τῆς ἡλικίας. ἡ γὰρ βαρβάρων ὠμότης οὔτε παίδων ἐλευϑέρων οὔτε [παρϑένων] φειδομένη δεινὰς τοῖς ἠτυχηκόσι παρίστα συμφοράς. διόπερ αἱ γυναῖκες ἀναλογιζόμεναι μὲν τὴν ἐν τῇ Λιβύῃ μέλλουσαν
Note a pie di pagina
1 6 τοσούτω P (c. 85, 1)
2 15 ἠυρέϑη O
3 16 αἰχμαλώτων O-PA
4 20 τρυφῆς Dind., τροφῆς O
5 24 γὰρ] τῶν add. Dind.