Textus Originalis
90 DIODOR. XIII 58. 59.
αὑταῖς ἔσεσϑαι δουλείαν, ϑεωροῦσαι δ᾽ αὑτὰς ἅμα τοῖς τέκνοις ἐν ἀτιμίᾳ καὶ προπηλακισμῷ δεσποτῶν ἀναγκαζομένας ὑπακούειν, τούτους δ᾽ ὁρῶσαι ἀσύνετον μὲν τὴν φωνήν, ϑηριώδη δὲ τὸν τρόπον ἔχοντας, τὰ μὲν ζῶντα τῶν τέκνων ἐπένϑουν, καὶ καϑ᾽ ἕκαστον τῶν εἰς ταῦτα παρανομημάτων οἷονεὶ νυγμοὺς εἰς τὴν ψυχὴν λαμβάνουσαι περιπαϑεῖς ἐγένοντο καὶ πολλὰ τὴν ἑαυτῶν τύχην κατωδύροντο: τοὺς δὲ πατέρας, ἔτι δὲ ἀδελφούς, οἳ διαγωνιζόμενοι περὶ τῆς πατρίδος ἐτετελευτήκεισαν, ἐμακάριζον, οὐϑὲν ἀνάξιον ἑωρακότας τῆς ἰδίας ἀρετῆς. 3 Οἱ δὲ τὴν αἰχμαλωσίαν διαφυγόντες Σελινούντιοι, τὸν ἀριϑμὸν ὄντες ἑξακόσιοι πρὸς τοῖς δισχιλίοις, διεσώϑησαν εἰς ᾿Ακράγαντα καὶ πάντων ἔτυχον τῶν φιλανϑρώπων: οἱ γὰρ ᾿Ακραγαντῖνοι σιτομετρήσαντες αὐτοῖς δημοσίᾳ διέδωκαν κατὰ τὰς οἰκίας, παρακελευσάμενοι τοῖς ἰδιώταις καὶ αὐτοῖς προϑύμοις οὖσι χορηγεῖν τὰ πρὸς τὸ ζῆν ἅπαντα. 59 ῞Αμα δὲ τούτοις πραττομένοις εἰς τὸν ᾿Ακράγαντα κατήντησαν στρατιῶται τρισχίλιοι παρὰ Συρακοσίων ἐπίλεκτοι, προαπεσταλμένοι κατὰ σπουδὴν ἐπὶ τὴν βοήϑειαν. πυϑόμενοι δὲ τὴν πόλιν ἡλωκυῖαν, πρέσβεις ἀπέστειλαν, παρακαλοῦντες τὸν ᾿Αννίβαν τούς τε αἰχμαλώτους ἀπολυτρῶσαι καὶ τῶν ϑεῶν τοὺς ναοὺς ἐᾶσαι. ὁ δ᾽ ᾿Αννίβας ἀπεκρίϑη, τοὺς μὲν Σελινουντίους μὴ δυναμένους τηρεῖν τὴν ἐλευϑερίαν πεῖραν τῆς δουλείας λήψεσϑαι, τοὺς δὲ ϑεοὺς ἐκτὸς Σελινοῦντος οἴχεσϑαι προσκόψαντας τοῖς ἔνοι-
Note a pie di pagina
1 1 αὐταῖς et αὐτὰς P
2 10 τετελευτήκασιν O, corr. Dind.
3 11 ἑωρακότες P¹F
4 15 δέδωκαν PFK