Textus Originalis

Ol. 92, 4 : 409 a. Chr. 91

Ol. 92, 4 : 409 a. Chr. 91

κοῦσιν. ὅμως δὲ τῶν πεφευγότων ᾿Εμπεδίωνα πρεσβευτὴν ἀποστειλάντων, τούτῳ μὲν ὁ ᾿Αννίβας τὰς οὐσίας ἀποκατέστησεν: ἀεὶ γὰρ τὰ Καρχηδονίων ἦν πεφρονηκὼς καὶ πρὸ τῆς πολιορκίας τοῖς πολίταις συμβεβουλευκὼς μὴ πολεμεῖν Καρχηδονίους: ἐχαρίσατο δ᾽ αὐτῷ τοὺς συγγενεῖς τοὺς ὄντας ἐν τοῖς αἰχμαλώτοις, καὶ τοῖς ἐκπεφευγόσι Σελινουντίοις ἔδωκεν ἐξουσίαν τὴν πόλιν οἰκεῖν καὶ τὴν χώραν γεωργεῖν τελοῦντας φόρον τοῖς Καρχηδονίοις. 4 Αὕτη μὲν οὖν ἡ πόλις ἀπὸ τῆς κτίσεως οἰκηϑεῖσα χρόνον ἐτῶν διακοσίων τεσσαράκοντα δύο ἑάλω. ὁ δὲ ᾿Αννίβας περιελὼν τὰ τείχη τῆς Σελινοῦντος ἀνέζευξε μετὰ πάσης τῆς δυνάμεως ἐπὶ τὴν ῾Ιμέραν, ἐπιϑυμῶν μάλιστα ταύτην κατασκάψαι τὴν πόλιν. διὰ ταύτην γὰρ ὁ μὲν πατὴρ αὐτοῦ φυγὰς ἦν, ὁ δὲ προπάτωρ ᾿Αμίλκας πρὸς ταύτῃ καταστρατηγηϑεὶς ὑπὸ Γέλωνος ἀνῃρέϑη, καὶ μετ᾽ αὐτοῦ πεντεκαίδεκα μυριάδες στρατιωτῶν ἀνῃρέϑησαν, ἄλλαι δὲ οὐκ ἐλάττους τούτων ἠχμαλωτίσϑησαν. ὑπὲρ ὧν σπεύδων τιμωρίαν λαβεῖν ᾿Αννίβας τέτρασι μυριάσιν οὐκ ἄπωϑεν τῆς πόλεως ἐπί τινων λόφων κατεστρατοπέδευσε, τῇ δ᾽ ἄλλῃ δυνάμει πάσῃ περιεστρατοπέδευσε τὴν πόλιν, προσγενομένων ἄλλων παρά τε Σικελῶν καὶ Σικανῶν δισμυρίων στρατιωτῶν. στήσας δὲ μηχανὰς τὸ

Note a pie di pagina

1 2 τούτων c

2 4 ἦν τὰ Καρχηδονίων O-PA

3 5 συμβεβουλευκὼς Reiske, συμπεφωνηκὼς O

4 20 αἰχμαλ. PA

5 23 τέτταρσι Dind.

6 οὐκ add. Hert.

7 ἄπωϑε P, ἄποϑεν v

8 28 κατεστρατοπέδευσενὴν πόλιν P¹, τῇ δ᾽ — περιεστρατοπέδευσε τὴν add. P²