Textus Originalis
92 DIODOR. XIII 59. 60.
τεῖχος κατὰ πλείονας τόπους ἐσάλευε, καὶ πολλῷ πλήϑει διαγωνιζόμενος ἐκ διαδοχῆς κατεπόνει τοὺς πολιορκουμένους, ἅτε καὶ τῶν στρατιωτῶν ἐπηρμένων ταῖς εὐτυχίαις. ὑπώρυττε δὲ καὶ τὰ τείχη, καὶ ξύλοις ὑπήρειδεν, ὧν ἐμπρησϑέντων ταχὺ πολὺ μέρος τοῦ τείχους ἔπεσεν. ἔνϑα δὴ συνέβαινε καρτερωτάτην μάχην γίνεσϑαι, τῶν μὲν βιαζομένων ἐντὸς τοῦ τείχους παρεισπεσεῖν, τῶν δὲ φοβουμένων μὴ ταὐτὰ πάϑωσι τοῖς Σελινουντίοις. διὸ καὶ τὸν ἔσχατον ἀγῶνα τιϑεμένων αὐτῶν ὑπὲρ τέκνων καὶ γονέων καὶ τῆς περιμαχήτου πᾶσι πατρίδος, ἐξεώσϑησαν οἱ βάρβαροι, καὶ ταχὺ τὸ μέρος τοῦ τείχους ἀνῳκοδόμησαν. παρεγενήϑησαν δ᾽ αὐτοῖς εἰς τὴν βοήϑειαν οἵ τ᾽ ἐξ ᾿Ακράγαντος Συρακόσιοι καί τινες τῶν ἄλλων συμμάχων, οἵ τε πάντες εἰς τετρακισχιλίους, ὧν Διοκλῆς ὁ Συρακόσιος εἶχε τὴν ἡγεμονίαν. 60 Τότε μὲν οὖν νυκτὸς ἀφελομένης τὴν ἐπὶ τὸ πλέον φιλονεικίαν ἔλυσαν τὴν πολιορκίαν: ἅμα δ᾽ ἡμέρᾳ τοῖς ῾Ιμεραίοις ἔδοξε μὴ περιορᾶν αὑτοὺς συγκεκλεισμένους ἀγεννῶς, καϑάπερ τοὺς Σελι- νουντίους, ἐπὶ δὲ τῶν τειχῶν φύλακας κατέταττον, τοὺς δ᾽ ἄλλους στρατιώτας σὺν τοῖς παραγεγονόσι συμμάχοις ἐξήγαγον, ὄντας περὶ μυρίους. ἀπροσδοκήτως δὲ τοῖς πολεμίοις ἀπαντήσαντες εἰς ἔκπληξιν ἤγαγον τοὺς βαρβάρους, νομίζοντας ἥκειν τοὺς συμμάχους τοῖς πολιορκουμένοις. πολὺ δὲ ταῖς τόλ-
Note a pie di pagina
1 14 διαγωνιζομένων] καὶ add. Reiske (at c. 59, 1)
2 18 τῷ πλέοκι P, τῷ πλείονι c, corr. Reiske
3 20 αὐτοὺς PA
4 26 τοὺς συμ.] αὐτοὺς συμ. Steph.