Textus Originalis
Ol. 92, 4 : 409 a. Chr. 93
μαις ὑπερέχοντες καὶ ταῖς εὐχειρίαις, καὶ τὸ μέγιστον, μιᾶς ἐλπίδος εἰς σωτηρίαν ὑποκειμένης, εἰ τῇ μάχῃ κρατήσειαν [ἄν], εὐθὺ τοὺς πρώτους ὑποστάντας ἀνεῖλον. τοῦ δὲ πλήϑους τῶν βαρβάρων συντρέχοντος ἐν ἀταξίᾳ πολλῇ διὰ τὸ μηδέποτ᾽ ἂν ἐλπίσαι τοὺς συγκεκλεισμένους τηλικαῦτα τολμήσειν, οὐ μετρίως ἠλαττοῦντο: εἰς ἕνα γὰρ τόπον ὀκτὼ μυριάδων συνδραμουσῶν ἀτάκτως συνέβαινε τοὺς βαρβάρους ἀλλήλοις ἐμπίπτειν καὶ πλείονα πάσχειν ὑφ᾽ ἑαυτῶν ἤπερ ὑπὸ τῶν πολεμίων. οἱ δ᾽ ῾Ιμεραῖοι ϑεατὰς ἔχοντες ἀπὸ τῶν τειχῶν γονεῖς καὶ παῖδας, ἔτι δὲ τοὺς οἰκείους ἅπαντας, ἀφειδῶς ἐχρῶντο τοῖς ἰδίοις σώμασιν εἰς τὴν κοινὴν σωτηρίαν. λαμπρῶς δ᾽ αὐτῶν ἀγωνιζομένων οἱ βάρβαροι τάς τε τόλμας καὶ τὸ παράδοξον καταπλαγέντες πρὸς φυγὴν ἐτράπησαν. τούτων δ᾽ οὐδενὶ κόσμῳ φευγόντων πρὸς τοὺς ἐπὶ τῶν λόφων στρατοπεδεύοντας, ἐπηκολούϑουν ἀλλήλοις παρακελευόμενοι μηδένα ζωγρεῖν, καὶ πλείους ἀνεῖλον τῶν ἑξακισχιλίων, ὡς Τίμαιος, ὡς δ᾽ ῎Εφορός φησι, δισμυρίων. ὁ δ᾽ ᾿Αννίβας ὁρῶν τοὺς ἰδίους καταπονουμένους, κατεβίβασε τοὺς ἐπὶ τῶν λόφων κατεστρατοπεδευκότας, καὶ παραβοηϑήσας τοῖς ἐλαττουμένοις κατέλαβε τοὺς ῾Ιμεραίους ἐν οὐδεμιᾷ τάξει τὸν διωγμὸν ποιουμένους. γενομένης δὲ μάχης καρτερᾶς, τὸ μὲν πλῆϑος τῶν ῾Ιμεραίων πρὸς φυγὴν ὥρμησε, τρισχίλιοι δ᾽ αὐτῶν ὑποστάντες τὴν τῶν
Note a pie di pagina
1 1 εὐχερείαις v
2 3 ἄν del. Reiske
3 23 ἐλαττωμένοις P
4 27 ὥρμησαν PFJ, ὥρμησεν c