Textus Originalis
94 DIODOR. XIII 60—62.
Καρχηδονίων δύναμιν, καὶ πολλὰ δράσαντες, ἅπαντες ἀνῃρέϑησαν. 61 Τῆς δὲ μάχης ταύτης ἤδη τέλος ἐχούσης κατέπλευσαν πρὸς τὴν ῾Ιμέραν πέντε πρὸς ταῖς εἴκοσι τριήρεις παρὰ τῶν Σικελιωτῶν, ἃς πρότερον μὲν ἀπεστάλκεισαν τοῖς Λακεδαιμονίοις ἐπὶ συμμαχίαν, τότε δ᾽ ἀνέστρεψαν ἀπὸ τῆς στρατείας. διεδόϑη δὲ καὶ φήμη τις κατὰ τὴν πόλιν, ὅτι Συρακόσιοι μὲν πανδημεὶ μετὰ τῶν συμμάχων πορεύονται τοῖς ῾Ιμεραίοις βοηϑεῖν, ᾿Αννίβας δὲ μέλλοι τὰς ἐν Μοτύῃ τριήρεις πληροῦν τῶν κρατίστων ἀνδρῶν καὶ περιπλεύσας ἐπὶ Συρακούσας ἔρημον τὴν πόλιν τῶν ἀμυνομένων καταλαβέσϑαι. διόπερ Διοκλῆς ὁ τῶν ἐν ῾Ιμέρᾳ στρατηγὸς συνεβούλευσε τοῖς ναυάρχοις τὴν ταχίστην ἐκπλεῖν εἰς Συρακούσας, ἵνα μὴ συμβῇ κατὰ κράτος ἁλῶναι τὴν πόλιν, ἀπολωλότων ἐν τῇ μάχῃ τῶν κρατίστων ἀνδρῶν. διόπερ ἐφαίνετο συμφέρειν αὐτοῖς ἐκλιπεῖν τὴν πόλιν καὶ τοὺς μὲν ἡμίσεις εἰς τὰς τριήρεις ἐμβιβάσαι --- ταύτας γὰρ κατακομιεῖν αὐτούς, μέχρι ἂν ἐκτὸς τῆς ῾Ιμεραίας γένωνται χώρας --- τοῖς δ᾽ ἡμίσεσι τηρεῖν, ἕως ἂν πάλιν αἱ τριήρεις ἐπιστρέψωσιν. τῶν δ᾽ ῾Ιμεραίων σχετλιαζόντων μὲν ἐπὶ τοῖς λεγομένοις, οὐκ ἐχόντων δὲ ὃ πράξειαν ἕτερον, αἱ μὲν τριήρεις νυχτὸς ἐπληροῦντο κατὰ σπουδὴν ἀναμὶξ
Note a pie di pagina
1 1 δράσαντες] καὶ παϑόντες add. Dind.
2 4 εἴκοσι] τριάκοντα Wess. ex c. 34, 4 et 63, 1 (at cf. etiam 40, 5)
3 7 ὑπὸ P
4 9 πορεύονται] παρασκευάζονται Dind.
5 10 μέλλει Dind.
6 13 ἀμυνουμένων Dind.
7 16 ἀπολωλότων] ἀπόντων Wurm; equidem malim: πόλιν, ἀπολωλότων δ᾽ ἐν τῇ μάχῃ τῶν κρατίστων ἀνδρῶν ἐφαίνετο
8 20 μέχρις v