Textus Originalis
Ol. 92, 4 : 409 a. Chr. 95
γυναικῶν τε καὶ παίδων, ἔτι δὲ τῶν ἄλλων σωμάτων, [καὶ] ἐπὶ τούτων ἀποπλεόντων ὡς ἐπὶ Μεσσήνην: Διοκλῆς δὲ τοὺς ἰδίους στρατιώτας ἀναλαβὼν καὶ τοὺς πεσόντας ἐν τῇ μάχῃ καταλιπών, ὥρμησεν ἐπ᾽ οἴκου τὴν πορείαν ποιούμενος. πολλοὶ δὲ τῶν ῾Ιμεραίων μετὰ τέκνων καὶ γυναικῶν ἐξώρμησαν σὺν τοῖς περὶ τὸν Διοκλῆν, μὴ δυναμένων χωρῆσαι τῶν τριήρων τὸν ὄχλον. 62 Οἱ δ᾽ ἐν τῇ πόλει καταλειφϑέντες διενυκτέρευον μὲν ἐν τοῖς ὅπλοις ἐπὶ τῶν τειχῶν: ἅμα δ᾽ ἡμέρᾳ τῶν Καρχηδονίων περιστρατοπεδευσάντων τὴν πόλιν καὶ πυκνὰς προσβολὰς ποιουμένων, οἱ καταλειφϑέντες τῶν ῾Ιμεραίων ἀφειδῶς ἠγωνίζοντο, προσδοκῶντες τὴν τῶν νεῶν παρουσίαν. ἐκείνην μὲν οὖν τὴν ἡμέραν διεκαρτέρησαν, τῇ δ᾽ ὑστεραίᾳ τῶν τριήρων ἐπιφαινομένων ἤδη συνέβαινε τὸ μὲν τεῖχος πεσεῖν ὑπὸ τῶν μηχανῶν, τοὺς δ᾽ ῎Ιβηρας ἀϑρόους παρεισπεσεῖν εἰς τὴν πόλιν. τῶν δὲ βαρβάρων οἱ μὲν ἠμύνοντο τοὺς παραβοηϑοῦντας τῶν ῾Ιμεραίων, οἱ δὲ καταλαμβανόμενοι τὰ τείχη παρεδέχοντο τοὺς ἰδίους. κατὰ κράτος οὖν ἁλούσης τῆς πόλεως, ἐπὶ πολὺν χρόνον οἱ βάρβαροι πάντας ἐφόνευον τοὺς καταλαμβανομένους ἀσυμπαϑῶς. τοῦ δ᾽ ᾿Αννίβα ζωγρεῖν παραγγείλαντος ὁ μὲν φόνος ἔληξεν, ἡ δ᾽ ἐκ τῶν οἰκιῶν εὐδαιμονία διεφορεῖτο. ὁ δ᾽ ᾿Αννίβας τὰ μὲν ἱερὰ συλήσας καὶ τοὺς καταφυγόντας ἱκέτας ἀποσπάσας ἐνέπρησε, καὶ τὴν πόλιν εἰς ἔδαφος κατέσκαψεν, οἰκισϑεῖσαν ἔτη διακόσια τεσσαράκοντα:
Note a pie di pagina
1 2 καὶ PFK, om. c; καὶ ... ἀπέπλεον fort.