Textus Originalis

96 DIODOR. XIII 62. 63.

96 DIODOR. XIII 62. 63.

τῶν δ᾽ αἰχμαλώτων γυναῖκας καὶ παῖδας διαδοὺς εἰς τὸ στρατόπεδον παρεφύλαττε, τῶν δ᾽ ἀνδρῶν τοὺς ἁλόντας εἰς τρισχιλίους ὄντας παρήγαγεν ἐπὶ τὸν τόπον, ἐν ᾧ πρότερον ᾿Αμίλκας ὁ πάππος αὐτοῦ ὑπὸ Γέλωνος ἀνῃρέϑη, καὶ πάντας αἰκισάμενος κατέσφαξεν. μετὰ δὲ ταῦτα διαλύσας τὸ στρατόπεδον, τοὺς μὲν ἀπὸ Σικελίας συμμάχους ἀπέστειλεν εἰς τὰς πατρίδας, μεϑ᾽ ὧν καὶ Καμπανοὶ συνηκολούϑησαν, ἐγκαλοῦντες [μὲν] τοῖς Καρχηδονίοις ὡς αἰτιώτατοι μὲν τῶν εὐημερημάτων γεγενημένοι, οὐκ ἀξίας δὲ χάριτας εἰληφότες τῶν πεπραγμένων: ὁ δ᾽ ᾿Αννίβας εἰς τὰς μακρὰς ναῦς καὶ φορτηγοὺς ἐμβιβάσας τὴν δύναμιν, καὶ τοὺς ἱκανοὺς τοῖς συμμάχοις ἀπολιπὼν στρατιώτας, ἐξέπλευσεν ἐκ τῆς Σικελίας. ἐπεὶ δ᾽ εἰς Καρχηδόνα κατέπλευσε μετὰ πολλῶν λαφύρων, ἀπήντων αὐτῷ πάντες δεξιούμενοι καὶ τιμῶντες ὡς ἐν ὀλίγῳ χρόνῳ μείζονα πράξαντα τῶν πρότερον στρατηγῶν. 63 Εἰς δὲ τὴν Σικελίαν κατέπλευσεν ῾Ερμοκράτης ὁ Συρακόσιος. οὗτος δ᾽ ἐν μὲν τῷ πρὸς ᾿Αϑηναίους πολέμῳ στρατηγήσας καὶ πολλὰ τῇ πατρίδι χρήσιμος γενόμενος πλεῖστον ἴσχυσε παρὰ τοῖς Συρακοσίοις, μετὰ δὲ ταῦτα ναύαρχος πεμφϑεὶς σὺν τριάκοντα πέντε τριήρεσι Λακεδαιμονίοις συμμαχήσων ὑπὸ τῶν ἀντιπολιτευομένων κατεστασιάσϑη, καὶ φυγῆς μὲν ἐγενήϑη κατάδικος, τὸν δὲ στόλον παρέδωκεν ἐν Πελοποννήσῳ τοῖς ἐπὶ τὴν διαδοχὴν

Note a pie di pagina

1 7 καὶ PAF, τε καὶ c

2 9 μὲν del. Dind., μέντοι Wurm

3 18 προτέρω P

4 27 Πελοποννήσῳ] ῾Ελλησπόντῳ Wess. (cf. Xen. Hell. I 1, 31)