Textus Originalis
Ol. 92, 4 : 409 a. Chr. 97
ἀποσταλεῖσιν. αὐτὸς δ᾽ ἐκ τῆς στρατείας φιλίαν ἔχων πρὸς Φαρνάβαζον τὸν τῶν Περσῶν σατράπην ἔλαβε παρ᾽ αὐτοῦ πολλὰ χρήματα, μεϑ᾽ ὧν εἰς Μεσσήνην καταπλεύσας πέντε μὲν ἐναυπήγησε τριήρεις, χιλίους δ᾽ ἐμισϑώσατο στρατιώτας. παραλαβὼν δὲ καὶ τῶν ἐκπεπτωκότων ῾Ιμεραίων ὡς χιλίους, ἐπεχείρησε μὲν εἰς Συρακούσας κατελϑεῖν συναγωνιζομένων αὐτῷ τῶν φίλων, ἀποτυχὼν δὲ τῆς ἐπιβολῆς ὥρμησε διὰ τῆς μεσογείου, καὶ καταλαβόμενος τὸν Σελινοῦντα [καὶ] τῆς πόλεως μέρος ἐτείχισε καὶ πανταχόϑεν κατεκάλει τοὺς διασωζομένους τῶν Σελινουντίων. πολλοὺς δὲ καὶ ἄλλους ὑποδεχόμενος εἰς τὸν τόπον συνήγαγε δύναμιν ἐπιλέκτων ἀνδρῶν ἑξακισχιλίων. ἐντεῦϑεν δ᾽ ὁρμώμενος πρῶτον μὲν τὴν τῶν Μοτυηνῶν ἐπόρϑησε χώραν, καὶ τοὺς ἐπεξελϑόντας ἐκ τῆς πόλεως μάχῃ κρατήσας πολλοὺς μὲν ἀνεῖλε, τοὺς δ᾽ ἄλλους συνεδίωξεν ἐντὸς τοῦ τείχους. μετὰ δὲ ταῦτα τὴν τῶν Πανορμιτῶν χώραν λεηλατήσας ἀναριϑμήτου λείας ἐκυρίευσε, τῶν δὲ Πανορμιτῶν πανδημεὶ παραταξαμένων πρὸ τῆς πόλεως εἰς πεντακοσίους μὲν αὐτῶν ἀνεῖλε, τοὺς δ᾽ ἄλλους συνέκλεισεν ἐντὸς τῶν τειχῶν. παραπλησίως δὲ καὶ τὴν ἄλλην χώραν ἅπασαν τὴν ὑπὸ Καρχηδονίους οὖσαν πορϑῶν ἐπαίνου παρὰ τοῖς Σικελιώταις ἐτύγχανεν. εὐϑὺ δὲ καὶ τῶν Συρακοσίων οἱ πλεῖστοι μετεμελήϑησαν,
Note a pie di pagina
1 6 ῾Ιμεραίους PAHFK
2 10 καὶ del. Reiske
3 11 διασεσωσμένους M
4 16 μάχῃ Reiske, μάχῃ τὸ O
5 18 τὴν Eich., τήν τε O; τὴν μὲν fort.
6 19 et 20 Πανορμητῶν PJK