Textus Originalis
98 DIODOR. XIII 63. 64.
ἀναξίως τῆς ἰδίας ἀρετῆς ὁρῶντες πεφυγαδευμένον τὸν ῾Ερμοκράτην. διὸ καὶ περὶ αὐτοῦ πολλῶν λόγων γινομένων ἐν ταῖς ἐκκλησίαις, ὁ μὲν δῆμος φανερὸς ἦν βουλόμενος καταδέχεσϑαι τὸν ἄνδρα, ὁ δ᾽ ῾Ερμοκράτης ἀκούων τὴν περὶ αὑτοῦ φήμην ἐν ταῖς Συρακούσαις παρεσκευάζετο πρὸς τὴν αὑτοῦ κάϑοδον ἐπιμελῶς, εἰδὼς τοὺς ἀντιπολιτευομένους ἀντιπράξοντας. καὶ τὰ μὲν κατὰ Σικελίαν ἐν τούτοις ἦν. 64 Κατὰ δὲ τὴν ῾Ελλάδα Θρασύβουλος πεμφϑεὶς παρ᾽ ᾿Αϑηναίων μετὰ νεῶν τριάκοντα καὶ πολλῶν ὁπλιτῶν σὺν ἱππεῦσιν ἑκατὸν κατέπλευσεν εἰς τὴν ῎Εφεσον: ἐκβιβάσας δὲ τὴν δύναμιν κατὰ δύο τόπους προσβολὰς ἐποιήσατο. τῶν δ᾽ ἔνδον ἐπεξελϑόντων καρτερὰν συνέβη μάχην συστῆναι: πανδημεὶ δὲ τῶν ᾿Εφεσίων ἀγωνισαμένων τετρακόσιοι μὲν τῶν ᾿Αϑηναίων ἔπεσον, τοὺς δ᾽ ἄλλους ὁ Θρασύβουλος ἀναλαβὼν εἰς τὰς ναῦς ἐξέπλευσεν εἰς Λέσβον. οἱ δὲ περὶ Κύζικον ὄντες τῶν ᾿Αϑηναίων στρατηγοὶ πλεύσαντες ἐπὶ Χαλκηδόνα ... Χρυσόπολιν ᾤκισαν φρούριον καὶ τὴν ἱκανὴν αὐτῷ κατέλιπον δύναμιν: τοῖς δ᾽ ἐπὶ τούτων κατασταϑεῖσι προσέταξαν δεκάτην πράττεσϑαι τοὺς ἐκ τοῦ Πόντου πλέοντας. μετὰ δὲ ταῦτα διελομένων αὐτῶν τὰς δυνάμεις, Θηραμένης μὲν μετὰ πεντήκοντα νεῶν κατελείφϑη πολιορκήσων Χαλκηδόνα καὶ Βυζάντιον, Θρασύβουλος δὲ περὶ Θράκην πεμφϑεὶς τὰς ἐν τούτοις τοῖς
Note a pie di pagina
1 5 αὐτοῦ FJK, αὐτῆς P, αὐτὴν c
2 8 κατὰ] κατὰ τὴν AJ
3 10 et 17 Θράσυλλος Palmerius, itemque p. 99, 2
4 20 et 26 Καλχηδόνα Dind.
5 21 αὐτῷ] ἐν αὐτῷ Hert.