Textus Originalis

VI.

VI.

Ῥογέριος ἐν χριστῶ τῶ θεῶ εὐσεβὴς κραταιὸς ῥήξ Θείοις ἐλευθερικοῖς δώροις περισσῶς ἡμῖν δεδωμένοις τότε μεγίστως ἀποκρι νόμεθα, ὅτε τοὺς σεβασμίους τοῦ θεοῦ δόμους ἀπʼ αὐτοῦ πλουτοῦντες πλουτί ζομεν, αὐξανόμενοι διʼ αὐτοῦ αὐξάνομεν, σκεπόμενοι καὶ ὑψούμενοι απʼ αὐτοῦ τῆ ὑψιλότητι δοῦναι ἐπιτείνομεν· τὴν ἁγίαν οὖν ἐκκλησίαν πανόρμου, ἣν καὶ τάυτη τῆ γενικῆ ἐὐχῆ θείας θρισκίας ἀγαπῆ περιλαμβάνομεν, καὶ τινὶ εἰδικὼ προτε ρίματι ἐν τοῖς τοῦ ἡμετέρου στήθους κλήσμασι μεγίστη φέρομεν προθυμία, πῆ μὲν ὅτι καὶ βασιλικοῦ διαδήματος ἡμῶν τὰς ἀπαρχὰς ἐν αὐτῆ καὶ απʼ αὐτῆς ἐλάβαμεν, πῆ δὲ ὅτι ἐν αὐτῆ τῆ σεβασμία καθέδρα ἑστῶτα οὐγόνα τὸν τῆς σικελίας εὐλαβέστατον ἀρχιεπίσκοπον ἄνδρα καὶ ἐν τοῖς πνευματικοῖς μέγιστον καὶ ἐν τοῖς προσκέροις ἐπαινετὸν λιὰν ἀγαπῶμεν, ἤθει συνήθει εὐεργεσίαις ἡμῖν θείω δώρω δεδομέναις ἀεὶ πλουτίζειν ἅμα καὶ πρικοΐζειν διηγάγωμεν· ἔνθεντοι καὶ τῆ θεία κινούμενοι εὐσπλαγχνεία διʼ ἧς πᾶν ἀγαθὸν ἐκπορεύεται, ἐκ τῆς ἡμε τέρας εἰδικῆς χάριτος εἰς ἔπαινον καὶ δόξαν τοῦ μεγαλοδώρου θεοῦ καὶ τῆς ὑπε ρυμνήστου δεσποίνης ἡμῶν θεοτόκου καὶ ἀειπαρθένου μαρίας καὶ ὑπὲρ ψυχικῆς