Textus Originalis
— 21 —
σωτηρίας τῶν ἀοιδίμων ἡμετέρων γονέων στέργομεν καὶ δωρούμεθα αἰωνίως τῆ προρηθήση ἁγία καὶ καθολικῆ ἐκκλησία καὶ τῶ προγεγραμμένω εὐλαβεστάτω ἀρχιεπισκόπω αὐτῶ οὐχὶ μόνον ἀγαπιτῶ ἀλλὰ καὶ ἐπαινέτως πιστῶ ἡμῶν καὶ τοῖς αὐτοῦ διαδόχοις ἀείποτε τὴν ταβουλαρίαν τῆς πανευτίχου πόλεως πανόρμου, κὐτοῖς ἐξουσίαν παρέχοντες ἵνα αὐτὸς ὁ εὐλαβέστατος ἀρχιεπίσκοπος καὶ οἱ διά δοχοι αὐτοῦ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸ διηνεκὲς ἐχέτωσαν ἄδειαν καὶ ἴδιαν κυ ριώτητα τοῦ στέρξαι αὐτὴν τοῖς κληρικοῖς τῆς προρηθήσης ἐκκλησίας τόσον ἐν τῆ θεοφρουρίτη πόλει πανόρμου ὅσον καὶ ἐν τῆ διοικήσει τῆς αὐτῆς ἐκκλη σίας· ἐπεὶ καὶ πρὸς περισσωτέραν πίστωσιν καὶ βέβαιαν ἀσφάλειαν τῶν ἐντυγ χανόντων ἐποιήθη τῶ προρηθέντι ἀρχιεπισκόπω τὸ παρὸν σιγίλλιον τῆ συνήθη ἡμῶν βούλλῃ τῆ διὰ μολύβδου σφραγισθὲν καὶ σημιωθὲν, μηνὶ μαρτίω ἰνδι κτιῶνος ζʹ ἐν ἔτη ςχνβʹ. Ῥογέριος ἐν χριστῶ τῶ θεῶ εὐσεβὴς κραταιὸς ῥὴξ καὶ τῶν χριστιανῶν βοηθός.