Textus Originalis

— 291 —

— 291 —

λοῦ. τὰ δὲ μοναστήρια πάντα ἔχειν σε ἐπʼ ἐξουσία τὰ διαφέροντα τῆ τοιαύτη ἐκ κλησία διοικεῖν σε αὐτὰ καὶ νουθετεῖν, καὶ τὸν παραβαίνοντα εἰ τύχοιεν μοναχὸν τοῖς θείοις κανῶσιν ὑποβάλλειν καὶ διορθοῦν εἰς τὴν ἁρμόζουσαν τῶν μοναχῶν κατάστασιν· μηδὲν ἔχειν ἄδειαν τὸν ἐπιλαχόντα ἐπίσκοπον ἀφαίρειν τὶ κινητὸν ἢ ἀκίνητον πρᾶγμα ἐκ τῶν τοιούτων μοναστηρίων, καθὼς καὶ συμβούλιον ἐποιη σάμην μετὰ σοῦ κατὰ πρόσταξιν τοῦ ἁγιωτάτου πάπα τῆς πρεσβυτέρας ῥώμης. καὶ εἰς τὴν συμβουλὴν ταύτην καὶ συμφωνίαν ἅμα ἀρεσθέντες ἄρτι δὲ πάλιν κατὰ συμβούλιον τοῦ ἀποστολικοῦ πάπα ἀνείγειρα ναὸν ἐπʼ ὀνόματι τοῦ ὁσίου πατρὸς ἡμῶν νικολάου ἐν τῆ μεσηνῶν πόλει, καὶ εἰς ἐπισκόποιον κατέστησα καθὼς καὶ ἡ ἀρχαία παράδωσις ἐδήλου εἶναι τὴν ἐκκλησίαν ταύτην καθολικὴν τῆς αὐτῆς πόλεως. καὶ ταύτην παγκάλω ὡς ἔχει ἀνεγείρας καὶ διαμορφώσας ἐνεχεί ρησά σοι τῶ δηλωθέντι ἐπισκόπω μετὰ τῆς ἁρμοζούσης ὑπηρεσίας τῶν κτη μάτων αὐτῆς, καὶ ταύτην ἰθήνειν καὶ διακυβερνᾶν καθὼς καὶ ἡ πρωτέρα τῶν τραινῶν ἔχει· ἔχειν δὲ σε ἐξουσίαν ἁπάσας τὰς ἐντὸς τῶν σηνόρων ἐκκλησίας διοικοῦν καλῶς τὰ αὐτῶν πράγματα. ὅστις δὲ τολμήσει εἴτε τέκνον μου εἴτε ἔκγονός μου εἴτε ἐκ τῆς ἐμῆς καταγομένης γενεᾶς εἴτε ἀλλότριος, σχίει τὸ ἀνάθεμα παρὰ πατρὸς καὶ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, ἢ παρασαλεύσει τὴν οὕτω γεναμένην παρʼ ἐμοῦ εἰς τὴν ἐκκλησίαν ταύτην διόρθωσιν. πρὸς δὲ περι σωτέραν πίστωσιν καὶ βεβαίαν ἀσφάλειαν τῶν ἐντυγχανόντων τῆ σηνήθει μου βούλλῃ τῆ διὰ μολίβδου ἐβούλλωσα μηνὶ ἀπριλλίω ἰνδικτιῶνος δʹ τοῦ ςχδʹ ἔτους. † ἰωάννης πρωτονοτάριος καὶ ἄνθρωπος τοῦ ὑψηλωτάτου καὶ μεγάλου κό μιτος ῥογερίου ἔγραψα. † ῥογέριος μέγας κόμης καλαβρίας καὶ σικελίας.