Textus Originalis

II.

II.

† Ῥογέριος ἐν χριστῶ τῶ θεῶ εὐσεβὴς κραταιὸς ῥὴξ καὶ τῶν χριστια νῶν βοηθός. Ἐπειδὴ τὰ μὲν τοῦ παρόντος βίου ἐπίκηρα καὶ δίκην κύβων ἐξʼ ἄλλων εἰς ἄλλους μεταποιούμενα ξένην τούτων οἱ φιλευσεβεῖς ἀλλοίωσιν καὶ τῆς δεξιὰς τοῦ ὑψίστου ψαλμικῶς εἰπεῖν ἐπενόησαν, καὶ ἅπερ μένει μώνημα καὶ αἰώνια πᾶσαν ὅτι σπουδὴν ἐπειδείξαντες, οὐκ ἄλλην μέθοδον εὗρον εἰ τὸ θείους ἀνε γεῖρε ναοὺς καὶ τὰς ἑαυτῶν κτίσεις ἀποδοῦναι θεῶ· ἐντεῦθεν γὰρ διὰ τῶν ἐν αὐτοῖς γινομένων ἀπαύστων ὕμνων τὸ θεῖον μὲν ἀδιαλείπτως θεραπεύεται καὶ δοξάζεται, μνήμης δὲ μακαρίας καὶ διηνεκοῦς εὐχῆς οὗτοι ἐπιτυγχάνουσι. τῶ τοιούτω γὰρ ὑποδείγματι ὡς ἀρχετύπω κανόνι ἡ ἡμετέρα ἑπομένη γαληνιώ της θεῖον ἀνήγειρε καὶ ἱερὸν ἐκ βάθρων ναὸν ὠκοδόμησεν ἐν τῶ ἀκρωτηρίω τοῦ λιμένος μεσσήνης τῆς σικελῶν νήσου, εἰς δόξαν καὶ αἶνον τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν ἰησοῦ χριστοῦ παρʼ οὗ καὶ τὸ στέφος ἠλήφαμεν, καὶ τῆς πανασπίλου αὐτοῦ μητρὸς ἁγίας θεοτόκου καὶ παρθένου μαρίας, καὶ τοῦ ὁσίου πατρὸς ἡμῶν νικολάου· τοῦτον τὸν πάνσεπτον καὶ μέγεθος καὶ κάλλος