Textus Originalis
— 293 —
τὸ προσῆκον τῆ θεία προάγοντες χάριτι, κατὰ προθέσει οὔγουν τοῦ τιμίου ἐπι σκόπου καὶ τῶν κανονικῶν μεσσήνης, μάνδραν τοῦτον ὠνομάσαντες καὶ ποιή σαντες ἤτοι μητέρα τῶν ὑπʼ αὐτῆς μοναστηρίων, καὶ ἀρχιμανδρίτην ἐν αὐτῆ καταστήσαντες ἤγουν πατέρα καὶ προεστῶτα τῶν ὑπʼ αὐτοῦ ἡγουμένων, ὁρίσα μεν ὑπὲρ τοῦ ἐπισκοπικοῦ δικαίου τέλλειν τὴν αὐτὴν μάνδραν πρὸς τὴν ἐπι σκοπὴν μεσσήνης ἐτήσιον κήνσον ἑκατὸν λίτρας κήρου εἴκοσι θυμιάματος εἴ κοσι καρφίζια ἐλαίου καὶ εἴκοσι νομίσματα, ἅπαν τὸ ἐπισκοπικὸν δίκαιον κατὰ τὴν μέσου ἡμῶν καὶ τοῦ ἐπισκόπου μετὰ τῶν αὐτοῦ κανονικῶν ὡς εἴρηται πραχθεῖσαν κατάθεσιν, λαβόντες καὶ φιλάξαντες λόγον τῆς προστάξεως ἡμῶν καὶ τῶν κληρονόμων καὶ διαδόχων ἡμῶν. τὸν δὲ μέλλοντα ἡγουμενεύειν τῆ αὐτῆ τοῦ σωτῆρος μάνδρα ἐκλεγόμενον παρὰ τῶν ἐν αὐτῆ μοναχῶν ἤτοι τοῦ κοινοβίου παντὸς κατὰ τοὺς θείους καὶ ἱεροὺς κανόνας, ὀφέλει κυροῦσθαι παρὰ τοῦ ἡμετέρου κράτους καὶ τῶν κληρονόμων ἡμῶν καὶ διαδόχων καὶ ἐυλο γεῖσθαι διὰ προστάξεως ἡμῶν. θέλομεν δὲ τὸ ἡμέτερον μοναστήριον εἶναι ἐλεύ θερον ἀπό τε ἀρχιεπισκόπων ἐπισκόπων καὶ ἁπλῶς παντὸς προσώπου ἐκκλησια στικοῦ φημι καὶ κοσμικοῦ· τὸν τούτου προεστῶτα καὶ τοὺς αὐτοῦ διαδόχους εἴποτε τύχη ἀμφιβολία μετά τινος συνελθεῖν καὶ ἀπολογεῖσθαι εἰ μὶ ἐνώπιον ἡμων ἢ τῶν κληρονόμων καὶ διαδόχων ἡμῶν· ἐξέστω δὲ τῶ αὐτῶ προεστῶτι καὶ τοῖς αὐτοῦ διαδόχοις εἴποτε χρεία ἔσεται κληρικῶν λέγου τῆς αὐτῆς ἁγίας ἐκκλησίας, ἐν ὧ δʼ ἄν μοναστηρίω ἢ τόπω εὑρεθείεν τοῦ ἡμετέρου κράτους οἱ τοιούτοι ἄγειν αὐτοὺς ἀκολύτως μὴ ἐμποδιζόμενοι παρά τινος τὸ παράπαν· τοὺς δὲ τὸν κόσμον φεύγοντας καὶ πρὸς τὴν αὐτὴν θείαν μάνδραν προσερχομένους ἐξ οἵας οὖν λάχωσι τύχης τοῦ λοιποῦ παρά τινος μὴ ὀχλεῖσθαι κελεύομεν. θέλομεν δὲ τοὺς μοναχοὺς τῆς αὐτῆς μάνδρας ἔχειν γρύππον ἐλεύθερον, καὶ διὰ τὰς λοιπὰς αὐτῶν τῆς θαλάσσης δουλείας ἐν τῶ καιρῶ τοῦ καταρτισμοῦ τοῦ θεοσώστου στόλου ἡμῶν ἔχειν ναύτας ἐλευθέρους σαράκοντα, μὴ ἐμποδι ζομένους παρά τινος τῶν ἡμετέρων ἐπιτηριτῶν ἤ τινος τῶν λοιπῶν ὑπουργῶν τοῦ αὐτοῦ στόλου. δωρούμεθα δὲ τῶ αὐτῶ ἡμετέρω μοναστηρίω τὸν ἐν τῆ μεσσήνη ἡμέτερον ἀγρὸν μετὰ τῶν χωραρίων προνομίων διακρατήσεων καὶ τῶν ἐν αὐτῶ κατοικούντων ἀνθρώπων, μόνον φυλάξαντες λόγον τῆς ἡμῶν μεγαλιό-